Ancient Greek
P.Oxy. 61 4127
Documentary Papyri, P.Oxy. 61 4127
Not analysed yet
Πτολεμαῖος Θωνίῳ τῷ ἀγαπητῷ ἀδελφῷ ἐν κυρίῳ χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὁλοκληρεῖν ψυχῇ καὶ σώματι. γινώσκειν σε θέλω ὅτι εἰ οὔπω ἠγόρασας τὸ λιναρίδιον καὶ τὰ ἄλλα, μὴ ἀγοράσῃς. ὁ γὰρ ἄνθρωπος ἀπετάξατο περὶ αὐτοῦ, ὡς εἶπόν σοι, ὅτι· οὐκ ἐγὼ θέλω. τὸν δὲ πίνακα ἐξαυτῆς μὴ ἀμελήσῃς πέμψαι, καὶ δήλωσόν μοι τίνι θέλεις μεταβαλεῖν τὴν τιμὴν αὐτοῦ. μνήσθητι ἀγοράσαι μοι παρθενικὸν τέλειον σόλιον τρίχινον καὶ Κανωπικὸν α. τὸν ἀγαπητὸν Τιθοῆν ἀπʼ ἐμοῦ προσαγόρευε. Θωνίῳ ἀδελφῷ παρὰ Πτολεμαίου.