Ancient Greek
P.Oxy. 61 4128
Documentary Papyri, P.Oxy. 61 4128
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίου τὸ δ καὶ Κώνσταντος τὸ γ τῶν Αὐγούστων, Θὼθ κζ. Αὐρηλίῳ Σαραπάμμωνι Εὐλογίου πραιποσίτῳ α πάγου νομοῦ Ὀξυρυγχίτου παρὰ Αὐρηλίων Ὥρου Ὡρίωνος καὶ Πανεχώτου Ὥρου καὶ Πτολεμαίου Ἑρμοῦ τῶν τριῶν ἀπὸ κώμης Μερμέρθων α πάγου τοῦ αὐτοῦ νομοῦ γενομένων κωμάρχων. δίδομεν καὶ εἰσαγγέλλομεν τῷ ἰδίῳ ἡμῶν τιμήματι εἰς τὰς ἑξῆς χρείας ὄντας εὐπόρους καὶ ἐπιτηδείους πρὸς τὴν χρείαν. ἔστι δέ· τεσσεράριος Ἑρμῆς Ἑρμίου κώμαρχοι Παθερμοῦθις Ὥρου καὶ Παλεῖ Στεφάνου τῶν ἱερέων μονῶν Ἀνίκητος Ὥρου κουαδράριος Πέτρος Ὥρου πεδιοφύλαξ Πανεχώτης Ἀρτεμιδώρου ἀρχέφοδος Σευῆρος Ὥρου ἐπὶ στιχαρίων Ἀμμῶνις Σεραπίωνος Κοπρεὺς Ἁράχθου οἱ πάντες ἀπὸ τῆς αὐτῆς κώμης οὓς καὶ ἐνγυόμεθα. Αὐρήλιος Πτολεμαῖος ἐπιδέδωκα. Αὐρήλιοι Ὧρος καὶ Πανεχώτης ἐπιδεδώκαμεν. ὁ αὐτὸς Ὧρος ἔγραψα ὑπὲρ τοῦ αὐτοῦ γράμματα μὴ εἰδότος.