Ancient Greek
P.Oxy. 62 4340
Documentary Papyri, P.Oxy. 62 4340
Not analysed yet
Πετοσίριος Διδύμῃ πολλὰ χαίρειν. τὸ πορφύριον ὅ ἔπεμφες ἡμῖν οὐ πεποίηται. πέμψον ἡμῖν …νον κύκλον δέσμας δέκα Δάφνῃ ὡς τὸ τοῦ μαφορτίου σου χρῶμα τὸ μαφόρτιον ὃ ἔχεις πώλησον δραχμῶν μη ἐὰν δὲ μὴ λάβῃς τὴν τιμὴν μὴ πώλησον, ἀλλὰ φρόντισον τὰς δραχμὰς μ καὶ πέμψον ἡμῖν ἐν τάχει. ἐξέτασον περὶ τῆς σωτηρίας τοῦ υἱοῦ Νειλοῦτος καὶ ἂν δεῖ γράψον ἡμῖν ὑπὲρ αὐτοῦ. ἀπαίτησον Τεεῦν τὴν Ἡρακλείδου Σαράμμωνος δραχμὰς μ ὑπὲρ φορέτρου. Θαῆσις Διδύμῃ τῇ θυγατρὶ πολλὰ χαίρειν. παρέδωκα Ἡρακλείδῃ Σελμων καὶ Καπειδώλει οἴνου μετρητὰς ζ 𐅵καὶ τὸ πρόλοιπον κέρματος ἀποκαθέστηκα αὐτοῖς σὺν τιμῇ μετρητῶν ιη 𐅵ὡς τοῦ μετρητοῦ ἑνὸς δραχμῶν ξδ. ἔγραψεν μοι δὲ ἡ γυνή σου ἐκ σοῦ ὀνόματος καὶ πέπρακα τὸν οἶνον ἐκ δισσοῦ οὗ ἠγόρακα καὶ σεσημείωμαι δραχμὰς …. ὁ Σόεις ἐνοχλεῖ με περὶ τῆς ἀρτάβης τοῦ σίτου. καὶ ἂν νῦν πέμψον ἐπ̓ ἐμὲ κόκομαν ἐλαίου τῷ Ἡρακλείδῃ Σελμων καὶ κανίσκιον α. πολλά σε ἀσπάζομαι καὶ τοὺς ὑμῶν πάντας. Ἠσεῖς πολλά σε ἀσπάζετε καὶ Θεωνίλλα καὶ Νειλοῦς Διδύμη. ὁ γαμβρὸς Μηνᾶτος οὐδέν μοι δέδωκε. ἐρρῶσθαί σε εὐχόμεθα, …παρὰ Διδύμης παρὰ Θαῆσις καὶ Πετοσίριος