Ancient Greek
P.Oxy. 62 4341
Documentary Papyri, P.Oxy. 62 4341
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου Σεβαστοῦ τὸ ε καὶ Λικιννίου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ α. Αὐρηλίῳ Εὐδαίμονι ……στρατηγῷ Ὀξυρυγχίτου. παρὰ Αὐρηλίων Ζωΐλου Ὥρου καὶ Ψῦτος …ἀμφοτέρων ἀπὸ ἐποικίου Ἰσχυ… ζ πάγου. λόγος πενθημέρων τῶν διʼ ἡμῶν ἀπεργασθέντων ναυβίων ἐπὶ τοῦδε τοῦ μηνὸς Ἐπεὶφ εἰς τὸ ἑξῆς δηλούμενον χῶμα ἐπὶ τὸ αὐτὸ ναύβια λε. ἐπὶ χώματος ἐκ νότου Σεφὼ ναύβια τὰ προκείμενα, τὰ καὶ ἀπεργασθέντα ὑπὸ τῶν ἀπὸ τῆς ἡμετέρας κώμης …ὑπὲρ κεφαλῆς καὶ κωμητικῆς κτήσεως. τὰ καὶ οὕτως ἀπεργασθέντα. ἀπὸ …ἕως ϛ ναύβια ϛ ἀπὸ ζ ἕως ια ναύβια ϛ ἀπὸ ιβ ἕως ιϛ ναύβια ϛ ἀπὸ ιζ ἕως κα ναύβια ϛ ἀπὸ κβ ἕως κϛ ναύβια ϛ ἀπὸ κζ ἕως λ ναύβια ε, γίνονται τὰ προκείμενα. ὑπατείας τῆς προκειμένης, Ἐπεὶφ λ. Αὐρήλιοι Ζωΐλος καὶ Ψοῖς ἐπιδέδωκαμεν. Αὐρήλιος Ἀμμώνιος ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων.