Ancient Greek
P.Oxy. 62 4342 col. 1
Documentary Papyri, P.Oxy. 62 4342col1
Not analysed yet
…να… Σαραπίωνος ……ἀπὸ κώμης Ταλαὼ λογογράφων καὶ …υ …ιτος ἀμφοτέρων ἀπὸ ἐποικίου Τριγύου χωματεπιστατῶν πεδίων Κερκεμούνεως α πάγου. λόγος πενθημέρων τῶν διʼ ἡμῶν ἀπεργασθέντων ναυβίων ἐπὶ τοῦδε τοῦ μηνὸς Φαμενὼθ εἰς τὸ ἑξῆς δηλούμενον χῶμα, ναύβια ξ ἐπὶ χώματος Διοίτου καλουμένου, ἅπερ ἀνεβλήθη διὰ τῶν ἐποικιωτῶν ὑπὲρ κεφαλῆς οὕτως· ἐποικίου Τριγύου, Κορνηλιανοῦ, ναύβια ι ἐποικίου Ὀλυμπιάδος βορίνης ναύβια ι τοῦ αὐτοῦ ἐποικίου νοτίνης ναύβια ι ἐποίκιον Κελχουπετ, Εὐλογίου Ματρίνου ναύβια ι ἐποικίου Ληνῶνος ναύβια ι ἐποικίου Πολέμου, Ἀχιλλέως Ἀσκληπιάδου ναύβια ι τὰ προκείμενα, τὰ καὶ ἀπεργασθέντα οὕτως· ἀπὸ α ἕως ε ναύβια ι ἀπὸ ιϛ ἕως κ ναύβια ι ἀπὸ ϛ ἕως ι ναύβια ι ἀπὸ κα ἕως κε ναύβια ι ἀπὸ ια ἕως ιε ναύβια ι ἀπὸ κϛ ἕως λ ναύβια ι. ὑπατείας τῆς προκειμένης, Φαμενὼθ λ. Αὐρήλιοι Πααλλῶς καὶ Θῶνις ἐπιδεδώκαμεν. Αὐρήλιος Ἥρων ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων. Αὐρήλιος Ἁτρῆς συνεπιδέδωκα. Αὐρήλιος Ὧρος συνεπιδέδωκα.