Ancient Greek
4394.230 to 4394.256
Documentary Papyri, P.Oxy. 63 4394.230-256
Not analysed yet
μηνὸς Ἐπεὶφ τῆς παρούσης τρίτης ἰνδικτίωνος μέχρι τελείας ἀποδόσεως ἀκοιλάντως, τὰ δὲ ἐννακόσια τεσσαράκοντα χρύσινα εὔσταθμα διδόναι καὶ καταβάλλειν τῇ σῇ ἐλλογιμότητι ὁμολογῶ ὡς ……ὁπηνίκα ἂν ἀπολαβεῖν βουληθείης ἀνυπερθέτως καὶ πάντα μοι συμφωνεῖ τὰ προγεγραμμένα καὶ ὑπεθέμην τὰ ἐμὰ ὑπάρχοντα καὶ ὑπάρξοντα γενικῶς καὶ ἰδικῶς καὶ ἐπερωτηθεὶς ὡμολόγησα καὶ ἀναγνοὺς ἀπέλυσα. Αὐρήλιος Κάνωπος υἱὸς Θεοφίλου τοῦ τῆς μακαρίας μνήμης, ἐρέτης, οἰκῶν ὄπιθεν τοῦ μαρτυρίου τοῦ ἁγίου Βαπτιστοῦ Ἰωάννου πρὸς τόπῳ Πραϋλίου ἐν τοῖς …ιανοῦ, μαρτυρῶ τῷδε τῷ γραμματείῳ. Αὐρήλιος Σέλευκος υἱὸς τοῦ τῆς μακαρίας μνήμης Ἰωάννου, οἰκῶν πρὸς τόπῳ Πραϋλίου ἐν τοῖς ἰδίοις, μαρτυρῶ τῷδε τῷ γραμματείῳ. Αὐρήλιος Πέτρος υἱὸς τοῦ μακαρίου Τιμοθέου, οἰκῶν ἄντικρυς …ἐν τοῖς ἰδίοις, μαρτυρῶ τῷδε τῷ γραμματείῳ Ζωσιμᾶς συμπράττων Ἰωάννῃ συναλλαγματογράφῳ πεδατούρας οἴκου Καίσαρος ἐτέλεσα. Μαξιμῖνος λαμπρότατος σχολαστικὸς Ἰουλιανῷ τῷ θαυμασιωτάτῳ τριβούνῳ υἱῷ Εὐσεβίου …τοῦ αἰδεσίμου πραγματευτοῦ …ναποθηκ… φρ…νος τὰ χρεωστηθέντα μοι διὰ τῆς προαναφερομένης δανειακῆς συγγραφῆς ἐκτεθείσης …ου ἔκ τε ἀρχαίου καὶ τόκων καὶ εἰς πλῆρες ταῦτα κομισάμενος ἀναδέδωκα τῇ σῇ θαυμασιότητι τὸ γραμματεῖον. Μεχεὶρ κ, ἰνδικτίωνος ὀγδόης, ὑπατείᾳ Φλαουΐου Ἰωάννου τοῦ λαμπροτάτου.