Ancient Greek
4395.1 to 4395.54
Documentary Papyri, P.Oxy. 63 4395.1-54
Not analysed yet
…Φλάουϊος Ἰουλιανὸς λαμπρότατος τριβοῦνος υἱὸς τοῦ τῆς μακαρίας μνήμης Εὐσεβίου οἰκῶν πλησίον τοῦ μαρτυρίου τοῦ ἁγίου Βαπτιστοῦ ἐν τοῖς ἰδίοις μετὰ ἐγγυητοῦ ἤτοι μανδάτορος …ἐγγυωμένου καὶ ἀναδεχομένου …κ… κατὰ τὸ τοῦ μανδάτορος δίκαιον τήν τε ἀπόδοσιν ἀκινδύνως τοῦ ἑξῆς δηλουμένου χρέους καὶ τὴν ἡμερουσίαν χορηγίαν καὶ συμπλήρωσιν τῶν τοῦ φιλανθρώπου αὐτοῦ ἀρτιδίου δωρεῶν δύο καὶ πάντα τὰ διὰ τοῦδε τοῦ γραμματείου ἐγγεγραμμένα ἐπὶ ὑπευθύνοις τοῖς ἰδίοις ὑπάρχουσιν Φλαουΐου Θεοφανίου ἀπὸ πριμικηρίων σχολῆς ταχυδρόμων τῆς Αὐγουσταλιανῆς τάξεως υἱοῦ τοῦ τῆς μακαρίας μνήμης Πέτρου οἰκοῦντος πρὸς τόπῳ καλουμέ νῳ ἐν Ταποσίρεως ἐν τοῖς ἰδίοις Αὐρηλίῳ Ἀγαθοκλεῖ τῷ αἰδεσίμῳ υἱῷ τοῦ μακαρίου Ζωσίμου χαίρειν. ὁμολογῶ διὰ ταύτης μου τῆς ἀσφαλείας μετὰ ἐγγυητοῦ μανδάτορος τοῦ προειρημένου εἰληφέναι παρὰ σοῦ ἐν τῇ σήμερον ἡμέρᾳ καθʼ ἃς προσήγαγόν σοι παρακλήσεις εἰς ἰδίας μου καὶ ἀναγκαίας χρείας ἀκίνδυνα ὄντα παντὸς κινδύνου κεφαλαίου χρυσίου νομισμάτια ἁπλᾶ δεσποτικὰ δόκιμα δέκα παρὰ κεράτια δέκα διὰ χειρὸς σταθμισθέντα καὶ παραδοθέντα μοι ὑπὸ σοῦ παρουσίᾳ τοῦ ἐγγυητοῦ μανδάτορος ἐν τῷ τῆς πόλεως δημοσίῳ ζυγῷ διὰ Πέτρου ζυγοστάτου τόπου Καισαρείου, καθὼς ἐπερωτηθεὶς ὡμολόγησα, καὶ προσαπολελυκέναι σοι νομὴν ἤτοι χορηγίαν τῶν διαφερουσῶν μοι ἀρτιδίου δωρεῶν δύο χορηγουμένων ἐν δυσὶ πρατηρίοις οὕτως· ἐν μὲν πρατηρίῳ ὄντι πρὸς τόπῳ καλουμένῳ Δρόμου Πέντε Κλιμακίων ὑπὸ χορηγὸν Ἀναστάσιον ἀρτιδίου δωρεὰ μία ἀπογραφεῖσα ἐπʼ ὀνόματος Ὡριγενίας Σαραποδώρου, ἐν δὲ πρατηρίῳ ὄντι πρὸς τόπῳ καλουμένῳ Ὀσειρείῳ ἤτοι Στρεπτῷ ὑπὸ χορηγὸν Χριστόδωρον, ἡ λοιπὴ δωρεὰ μία ἀπογραεῖσα, μετὰ καὶ ἄρτου ἑνὸς ἐν αὐτῷ τῷ πρατηρίῳ χορηγουμένου, ἐπʼ ὀνόματος Ἑκηβολίου Εὐδοξίου, παρασχόμενός σοι λόγῳ ἐνεχύρου καὶ τοὺς τῆς χορηγίας αὐτῶν δ… μετὰ καὶ ἀντιγράφου τῆς πράξεως το… εἰς ἐμὲ παρὰ τῆς τῆς λαμπρᾶς μνήμης Νόννας …αὐτῶν τε τῶν δύο δωρεῶν καὶ ἑτέρων …καὶ ἄρτων καὶ ἄλλων πραγμάτων ἐπὶ τῷ ταύτας τὰς δύο δωρεὰς ἡμερουσίως χορηγεῖσθαί σοι ἄνευ τιμῆς δόσεως κα…δ…να… λόγῳ προσέργου τῶν μνημονευθέντων καὶ ἐκδανεισθέντων μοι παρὰ σοῦ χρυσίου νομισματίων δέκα παρὰ κεράτια δέκα ἀκοιλάντως καὶ ἀναντιρρήτως μέχρι τελείας συμπληρώσεως. αὐτὰ μέντοι τὰ τοῦ κεφαλαίου …χρυσίου νομισμάτια δέκα παρὰ κεράτια δέκα …ὡρίσαμεν ἐπάναγκες ἀποδοῦναί σοι ἐγώ τε ὁ ὑπόχρεος καὶ ἐγὼ ὁ ἐγγυητὴς μανδάτωρ καὶ ὁπότερος ἡμῶν ὃν ἐὰν αἱρῇ πάραυτα καὶ παραχρῆμα, ὅτε δ̓ ἂν ἀπολαβεῖν τὸχχρέος βουληθείης, ἀνυπερθέτως καὶ χωρὶς παρολκῆς καὶ