Ancient Greek
4395.55 to 4395.94
Documentary Papyri, P.Oxy. 63 4395.55-94
Not analysed yet
ἀντιλογίας καὶ πάσης οἱασδήποτε νομίμου παραγραφῆς καὶ δικαιολογίας, οὐκ οὔσης ἐξουσίας οὔτε ἐμοὶ τῷ ὑποχρέῳ οὔτε ἐμοὶ τῷ ἐγγυητῇ μανδάτορι οὐδʼ ὁποτέρῳ ἡμῶν βουλομένου σοῦ ἀπολαβεῖν ὑπερθέσθαι περὶ τὴν ἀπόδοσιν τῶν αὐτῶν δέκα χρυσίνων παρὰ κεράτια δέκα ἢ κωλύσαι ἢ ἐμποδίσαι ἢ κοιλᾶναι καὶ ἂν μίαν ἡμέραν τὴν χορηγίαν τῶν τοῦ φιλανθρώπου αὐτῶν ἀρτιδίου δωρεῶν δύο ,οὐκ ἔλαττον διδόναι οὔτε ἐπιζητεῖν οὔτε λέγειν ἀποδεδωκέναι τι χωρὶς ἐγγράφου σου ἀποχῆς. ἅσπερ προσαπολυθείσας σοι παρʼ ἡμῶν ἀρτιδίου δωρεὰς δύο παρεξόμεθά σοι ἐγώ τε ὁ ὑπόχρεος καὶ ἐγὼ ὁ ἐγγυητὴς καὶ ὁπότερος ἡμῶν καθαρὰς ἀπὸ πάσης δημοσίας τε καὶ ἰδιωτικῆς ὀφειλῆς καὶ οἱασδηποτοῦν ἐνοχῆς τε καὶ ἐπελεύσεως καὶ ζητήσεως καὶ μὴ ἐάσομεν μηδένα αὐτῶν ἢ μέρους ἀντιποιούμενον τρόπῳ μηδενί, πάντα δὲ τὸν καθʼ ὁνδηποτοῦν τρόπον …ἐπελευσόμενον ἢ ἀντιποιησόμενον προφάσει τῶν αὐτῶν καὶ προσαπολυθεισῶν σοι παρʼ ἐμοῦ ἀρτιδίου δωρεῶν δύο ἢ μέρους αὐτῶν χάριν ἐπάναγκες ἐγώ τε ὁ ὑπόχρεος καὶ ἐγὼ ὁ ἐγγυητὴς καὶ ὁπότερος ἡμῶν τοῦτον ἀποστήσομεν καὶ ἐκδικήσομεν παραχρῆμα τοῖς ἰδίοις ἡμῶν ἀναλώμασιν καὶ καθαροποιήσομεν τὸ δίκαιον τοῦδε τοῦ γραμματείου. εἰ μέντοι συμβαίη, ὅπερ ἀπείη, εἴτε ἐκ θείου νεύματος εἴτε ἐξ ἀρχοντικῆς προστάξεως εἴτε ἔξ ἄλλης οἱασδηποτοῦν αἰτίας κωλυθῆναι ἢ ἐμποδισθῆναι τὴν νομὴν ἤτοι χορηγίαν τῶν αὐτῶν ἀρτιδίου δωρεῶν δύο κατὰ πάντων τῶν ἄρτων τὸ τοιοῦτό γε ὁμολογοῦμεν μηδὲν εἶναι πρὸς σὲ μήτε πρὸς τὸ χρυσίον, ἀλλὰ εἴς τε ἐμὲ τὸν ὑπόχρεον καὶ ἐμὲ τὸν ἐγγυητὴν καὶ εἰς ὁπότερον ἡμῶν τὸ τοιοῦτο ὁρᾶν, καὶ παραχρῆμα τὴν συμπλήρωσίν σοι ποιήσασθαι τῶν αὐτῶν δέκα χρυσίνων παρὰ κεράτια δέκα καὶ τῶν, εἰ ἄρα, ὑποφερομένων φιλανθρώπων τῆς νομίμης αὐτῶν ἑκατοστῆς, γιγνομένης σοι, ὡς εἴρηται, ὅτε βούλει τῆς εἰσπράξεως καὶ παντὶ τῷ κυρίως ὑπὲρ σοῦ ἀπαιτοῦντι ἔκ τε ἐμοῦ τοῦ ὑποχρέου καὶ ἐμοῦ τοῦ ἐγγυητοῦ καὶ ἐξ ὁποτέρου οὗ ἐὰν ἡμῶν αἱρῇ κατὰ τὸ τῆς …δίκαιον καὶ ἐκ τῶν ὑπαρχόντων ἡμῖν πάντων τῶν καὶ ὑποκειμένων σοι ἰδικῶς καὶ γενικῶς καθάπερ ἐκ δίκης.