Ancient Greek
P.Oxy. 64 4437
Documentary Papyri, P.Oxy. 64 4437
Not analysed yet
θεοὶ Σεουῆρος καὶ Ἀντωνῖνος Καπίτωνι Ἑρμοφάντου. εἰ, ὡς φῄς, διὰ τὸ βάρος τῆς λειτουργίας παρεχώρησας τῶν σεαυτοῦ, εὔλογόν ἐστιν μὴ τῷ ταμείῳ ἡμῶν τὴν παραχώρησιν γενέσθαι, ἀλλὰ τῶ σὲ εἰς τὴν λειτουργίαν ἑλομένῳ, ὃς ἀναλαβών σου τὰ ὑπάρχοντα τὸ τίμημά σου τὸ πολιτικὸν παρέξει καὶ τὴν λειτουργίαν ἀποπληρώσει. τὸ γὰρ ταμεῖον ἡμῶν τῶν τοιούτων παραχωρήσεων οὐκ ἐφίεται, οὐδὲ ἡ ἐπιτιμία σου βλαβήσεται οὐδὲ εἰς τὸ σῶμα ὑβρισθήσει. προετέθη η ἔτους Μεχεὶρ ἐν Ἀλεξανδρείᾳ. Αὐρηλίῳ Λεωνίδῃ στρατηγῷ Ὀξυρυγχίτου παρὰ Αὐρηλίου Ἡρακλείδου Πετρωνίου μητρὸς Πλουτάρχης ἀπὸ κώμης Ταλαώ. ἀντονομασθεὶς παρὰ δύναμιν ὑπὸ Ὥρου Ὥρου μητρὸς Καλαμίνης εἰς πρακτορείαν ἀργυρικῶν κωμητικῶν λημμάτων τῆς αὐτῆς Ταλαὼ τόπων …αι ἀντέχειν …ωνη… διὰ σοῦ …