Ancient Greek
P.Oxy. 64 4438
Documentary Papyri, P.Oxy. 64 4438
Not analysed yet
Αὐρηλίῳ Ἀγαθῷ Δαίμονι στρατηγῷ Ὀξυρυγχίτου παρὰ Αὐρηλίων Θέωνος τοῦ καὶ Κάστορος καὶ Διοσκουρίδου ἀμφοτέρων Ἀπολλοφάνους ἐξηγητ- βουλευτοῦ τῆς Ὀξυρυγχιτῶν πόλεως. κατʼ ἰδιόγραφον πρᾶσιν τῷ. ἔτει Μεσσίου Χοίακ ἠγόρασεν περιοῦσα ἡ μήτηρ ἡμῶν καὶ μετηλλαχυῖα ἐφʼ ἡμῖν μόνοις τοῖς δυσὶ υἱοῖς κληρονόμοις παρὰ Αὐρηλίου Σαραπίωνος τοῦ καὶ Διονυσοθέωνος γυμνασιαρχ- βουλευτοῦ τῆς Ὀξυρυγχιτῶν πόλεως υἱοῦ Σεπτιμίου Ἐπιμάχου καὶ ὡς ἐχρημάτισεν εὐθηνιαρχήσαντος τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων ἐπʼ ἀμφόδου Δρόμου Γυμνασίου οἰκίαν τριπυργιαίαν καὶ αἴθριον, ὑφʼ ἣν κατάγειον, καὶ αὐλὰς δύο καὶ τὰ τούτων χρηστήρια πάντα σὺν εἰσόδοις καὶ ἐξόδοις, εὐδοκούσης τῆς τούτου ὁμογνησίας ἀδελφῆς Αὐρηλίας Κασιανῆς τῆς καὶ Ἡραΐδος, ὡς ἡ ἰδιόγραφος πρᾶσις περιέχει, ἧς καὶ δημοσιωθείσης ἐξ εὐδοκήσεως τὸν ἀναπεμφθέντα πρὸς τοὺς αὐτόθι τῶν ἐγκτήσεων βιβλιοφύλακας χρηματισμὸν ὑποκολλήσαντες ἐπὶ τῶνδε τῶν βιβλιδίων ἐπιδίδομεν τὰ βιβλίδια ἀξιοῦντες ἐπισταλῆναι τοῖς βιβλιοφύλαξι τὴν δέουσαν παράθεσιν ποιήσασθαι ὡς πρόκειται τοῖς παρʼ αὐτοῖς διαστρώμασι ὑπὲρ τῆς ἡμῶν ἀσφαλείας. ἔτους γ Φαῶφι. Αὐρήλιοι Θέων ὁ καὶ Κάστωρ καὶ Διοσκουρίδης διʼ ἐμοῦ τοῦ πατρὸς Αὐρηλίου Ἀπολλοφάνους ἐπιδεδώκαμεν.