Ancient Greek
P.Oxy. 64 4439
Documentary Papyri, P.Oxy. 64 4439
Not analysed yet
Αὐρήλιοι Ὧρος Παήσιος μητρὸς Τεχώσιος καὶ Ἀσκλᾶς Ἀπολλωνίου μητρὸς Τααφύγχιος ἀμφότεροι ἀπὸ κώμης Σενέπτα Σεπτιμίῳ Αὐρηλίῳ Εὐδαίμονι Σερήνου γυμνασιάρχῳ βουλευτῇ τῆς Ὀξυρυγχιτῶν πόλεως χαίρειν. ἀπέσχομεν παρὰ σοῦ κριθῆς ἀρτάβας πέντε γενήματος τοῦ διελθόντος ἔτους, ἅσπερ ἀποδώσομέν σοι σὺν διαφόροις ἐκ τρίτου ἐντὸς τριακάδος Παῦνι τοῦ ἐνεστῶτος ϛ ἔτους ἐφʼ ἅλω τῆς αὐτῆς κώμης Σενέπτα νέαν καθαρὰν ἄδολον ἄβωλον κεκοσκινευμένην καὶ καλῶς πεπατημένην μέτρῳ δεκάτῳ ᾧ καὶ παρειλήφαμεν τῶν παρὰ σοῦ μετρούντων σὺν διαφόροις. ἐὰν δὲ μὴ ἀποδώσωμέν σοι ἐντὸς τῆς προκειμένης προθεσμίας, ἐκτείσομέν σοι μεθʼ ἡμιολίας …ντος χρόνου. κύριον τὸ χειρόγραφον δισσὸν γραφὲν πανταχῇ ἐπιφερόμενον καὶ παντὶ τῷ ὑπὲρ σοῦ ἐπιφέροντι γινομένης σοι τῆς πράξεως παρά τε ἡμῶν ἐξ ἀλληλεγγύων ὄντων εἰς ἔκτεισιν καὶ ἐξ οὗ ἐὰν ἡμῶν αἱρῇ καὶ ἐκ τῶν ὑπαρχόντων ἡμῶν πάντων καὶ ἐπερωτηθέντες ὑπὸ σοῦ ὡμολογήσαμεν. ἔτους ϛ Αὐτοκρατόρων Καισάρων Πουπλίου Λικιννίου Οὐαλεριανοῦ καὶ Πουπλίου Λικιννίου Οὐαλεριανοῦ Γαλλιηνοῦ Γερμανικῶν Μεγίστων Εὐσεβῶν Εὐτυχῶν καὶ Πουπλίου Λικιννίου Κορνηλίου Σαλωνίνου Οὐαλεριανοῦ τοῦ ἐπιφανεστάτου …ο… τ…