Ancient Greek
P.Oxy. 65 4478
Documentary Papyri, P.Oxy. 65 4478
Not analysed yet
Διογένει καὶ Ἀπολλοφάνει γραμματεῦσι Ὀξυρύγχων πόλεως παρὰ Νικίου τοῦ Θέωνος τῶν ἀπʼ Ὀξυρύγχων πόλεως. ὁ σημαινόμενός μου πατὴρ Θέων Νικίωνος ἀπογραφόμενος ἐπʼ ἀμφόδου Τεμγενούθεως ἐτελεύτησεν τῷ διεληλυθότι ἔτει· διὸ ἀξιῶ ἀναγράψεσθαι τοῦτον ἐν τοῖς τετελευτηκόσι ὡς ἐπὶ τῶν ὁμοίων καὶ ὀμνύω Αὐτοκράτορα Καίσαρα Οὐεσπασιανὸν Σεβαστὸν ἀληθῆ εἶναι τὰ προγεγραμμένα. Διογένης σεσημείωμαι. ἔτους ἑβδόμου Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ, Χοίακ ιθ.