Ancient Greek
P.Oxy. 65 4479
Documentary Papyri, P.Oxy. 65 4479
Not analysed yet
παρὰ Ἀμόιτος τοῦ καὶ Διονυσίου Διογένους μητρὸς Ἰσαροῦτος ἀπʼ Ὀξυρύγχων πόλεως. ὁ δοῦλός μου Εὐτύχης ὁ καὶ Ψιαθᾶς τέλειος ἀναγραφόμενος ἐπʼ ἀμφόδου Πλατείας ἐτελεύτησεν ἔτι πάλαι· διὸ ἐπιδίδωμι τὸ ὑπόμνημα ἀξιῶν ἀναγραφῆναι αὐτὸν εἰς τὴν τῶν ὁμοίων τάξιν ὡς καθήκει καὶ ὀμνύω τὴν τῶν Αὐτοκρατόρων Καισάρων Μάρκου Αὐρηλίου Ἀντωνίνου καὶ Λουκίου Αὐρηλίου Κομμόδου Σεβαστῶν τύχην μὴ ἐψεῦσθαι. ἔτους ιθ Αὐτοκρατόρων Καισάρων Μάρκου Αὐρηλίου Ἀντωνίνου καὶ Λουκίου Αὐρηλίου Κομμόδου Σεβαστῶν Ἀρμενιακῶν Μηδικῶν Παρθικῶν Γερμανικῶν Σαρματικῶν Μεγίστων, Μεχεὶρ δ. Ἀμόις ὁ καὶ Διονύσιος ἐπιδέδωκα. Πτολ ὁ καὶ …ἔσχον τούτου τὸ ἴσον. …