Ancient Greek
P.Oxy. 65 4480
Documentary Papyri, P.Oxy. 65 4480
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Γαλερίου Οὐαλερίου Μαξιμιανοῦ Σεβαστοῦ τὸ η καὶ Γαλερίου Οὐαλερίου Μαξιμίνου Σεβαστοῦ τὸ β. Αὐρηλίῳ Βησάμμωνι Χαιρήμονος συστάτῃ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως παρὰ Αὐρηλίας Εἰρήνης Ἀμμωνίου ἀπὸ τῆς αὐτῆς πόλεως. ὁ ἡμέτερος ἀνὴρ Ἰσίδωρος Ἱέρακος χειριστὴς τὴν τέχνην γενόμενος ἐν τῇ λαμπροτάτῃ Ἀλεξανδρείᾳ ὑπὸ συ… νόσου συσ…εσις τὸν βίον μετήλλαξεν, καὶ ὑπὲρ τοῦ τούτου τὸ ὄνομα ἐλαττωθῆναι διὰ τῶν ὑπὸ σοῦ ἐπιδιδομένων βιβλίων τοῦ ἐπικεφαλαίου τάδε τὰ βιβλία ἐπιδίδωμι πρὸς τὸ μὴ ἄγνοιαν ὑποτιμήσασθαι. ὑπατείας τῆς προκειμένης, Φαμενὼθ β. Αὐρηλία Εἰρήνη ἐπιδέδωκα. Αὐρήλιος Εὐδαίμων Δίου ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίης. ἐλάσσωσις Ἰσιδώρου Ἱερακος χειριστοῦ ἀθηρᾶ.