Ancient Greek
P.Oxy. 66 4531
Documentary Papyri, P.Oxy. 66 4531
Not analysed yet
Λουκρητίῳ Νείλῳ στρατηγῷ παρὰ Ἁρποκρατίωνος Ἁρποκρατίωνος θέσει Ἀσκλᾶ ἀπʼ Ὀξυρύγχων πόλεως γενομένου γραμματέως τῶν πρότερον Ἰουλίου Θέωνος. ἐξ ἐγκελεύσεως Αἰμιλίου Ἀμμωνιανοῦ ἑκατοντάρχου ὁμολογῶ διὰ τὴν περὶ ἐμὲ νόσον καὶ ασ…λιαν τῶν κελευσθέντων ὑπʼ αὐτοῦ μετρηθῆναι εἰς τὸ δημόσιον ἐν προχρείᾳ ὑπὲρ γεωργῶν ἐκθέσεως α ἔτους καὶ β ἔτους τῶν αὐτῶν πρότερον Ἰουλίου Θέωνος συνεστακέναι κατὰ τὰ δόξαντα τῷ αὐτῷ κρατίστῳ ἑκατοντάρχῳ Ἁρποκρατίωνα Ὀφελλίωνος μητρὸς Ἀριστῶτος ἀπὸ τῆς αὐτῆς πόλεως πορευσόμενον εἰς Ἑρμοπολίτην μεθʼ ἧς δίδωμι αὐτῷ σιτικῆς ἐκθέσεως τοῦ αὐτοῦ α ἔτους καὶ β ἔτους καὶ παραστήσοντα τοὺς διʼ αὐτῆς ὀφείλοντας γεωργοὺς καὶ πάντα ποιήσοντα. ἔτους δ Αὐτοκράτορος Καίσαρος Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Σεβαστοῦ Ἀραβικοῦ Ἀδιαβηνικοῦ, Ἐπεὶφ δ. Ἁρποκρατίων ὁ προτεταγμένος ἐπιδέδωκα. Ἁρποκρατίων Ὀφελίωνος εὐδοκῶ.