Ancient Greek
P.Oxy. 66 4532
Documentary Papyri, P.Oxy. 66 4532
Not analysed yet
ἔκλημψις ἐκ τῆς τῶν ἐγκτήσεων τοῦ Ὀξυρυγχίτου βιβλιοθήκης, χρηματισμῶν ἀγορανομικῶν, μέσης τοπαρχίας. ἔτους τετάρτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ, Μεχεὶρ β, ἐν κώμῃ Νεμέρων. ἐδάνεισεν Πανεμγεῦς Πετσειρίωνος τοῦ Κουῶτος μητρὸς …ἀπὸ κώμης Σέσθα τῆς κάτω τοπαρχίας καταγινόμενος ἐν τῇ προκειμένῃ κώμῃ Νεμέρων τῷ ἑαυτοῦ υἱῷ Ἀπολλωνίῳ μητρὸῳ …ώνιος τῆς Ἀπολλωνίου Πέρσῃ τῆς ἐπιγονῆς ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς πεντακοσίας, γίνονται δραχμαὶ φ κεφαλαίου αἷς οὐδὲν τῷ καθόλου προσῆκται, ἃς ἀποδότω ὁ προκείμενος Ἀπολλώνιος τῷ πατρὶ Πανεμγεῖ τῇ λ τοῦ Φαμενὼθ μηνὸς …Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ χωρὶς πάσης ὑπερθέσεως. ἐὰν δὲ μὴ ἀποδῶι καθὰ γέγραπται, ἀποτεισάτω ὁ Ἀπολλώνιος τῷ πατρὶ Πανεμγεῖ τὸ προκείμενον κεφάλαιον μεθʼ ἡμιολίας σὺν τοῖς τοῦ ὑπερπεσόντος χρόνου καθήκουσι τόκοις, οὔσης αὐτῷ τῆς πράξεως ἔκ τε τοῦ δεδανεισμένου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης. …Πανεμγεῦς ὡς ἐτῶν ο οὐλὴ ῥινὶ μέσῃ. Ἀπολλῶς …οὐλὴ ἀντικνημίῳ ἀριστερῶι. ὁ γράψας Λε…ς ὡς ἐτῶν κε ἄσημος.