Ancient Greek
P.Oxy. 67 4583
Documentary Papyri, P.Oxy. 67 4583
Not analysed yet
Ἡράκλειος Πετεύριος καὶ οἱ τούτου ἀδελφοὶ Τοτοῆς καὶ Πετεῦρις καὶ Ὁρσῆς Ὥρου καὶ Ἁσῦχις Πετεύριος καὶ Σαραπίων Σαραπίωνος καὶ Πτολεμαῖος Α…ε…ι καὶ οἱ λοιποὶ μελισσουργοὶ τῶν ἀπʼ Ὀξυρύγχων πόλεως …α Γαίου Ἰουλίου Ε… στρατηγοῦ καὶ Γαλατίωνος Βασιλικοῦ γραμματέως Ὀξυρυγχείτου ὀμνύομεν Τιβέριον ……ε… ἀπὸ τῶν χρόνων Μαξίμου μέχρι τοῦ νῦν. εὐορκοῦσι μὲν ἡμῖν εὖ εἴη, ἐπιορκοῦσι δὲ τὰ ἐναντία. ἔτους ϛ Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, μηνὸς Σεβαστοῦ ιη. Τοτοῆς Πετεύριος ὀμώμοκα τὸν ὅρκον. Πετεῦρις Πετεύριος συνομώμοκα τὸν ὅρκον. Ἡράκλειος Πετεύριος συνομώμοκα τὸν ὅρκον. Ὁρσῆς Ὥρου συνομώμοκα τὸν ὅρκον. Ἁσῦχις Πετεύριος συνομώμοκα. …κρ…ας… ἔτους ϛ Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, μηνὸς Σεβαστοῦ ιη