Ancient Greek
P.Oxy. 67 4584
Documentary Papyri, P.Oxy. 67 4584
Not analysed yet
Δρόμου Θοήριδος Δίωι στρατηγῷ Ὀξυρυγχίτου παρὰ …στ…της… Διονυσίου μητρὸς Ζωίδος ἀπʼ Ὀξυρύγχων πόλεως μετὰ κυρίου …τος…ατους τοῦ …ἀπὸ τῆς αὐτῆς πόλεως. κατὰ τὰ κελευσθέντα περὶ ἐπικρίσεως τῶν προσβαινόντων εἰς τρεισκαιδεκαετεῖς εἴ εἰσι μητροπολῖται δωδεκάδραχμοι δηλῶ Πετεῦριν δοῦλόν μου καὶ …μου ἀδελφοῦ Θώνιος κατὰ τὸ μέρος δίμοιρον καὶ τῶν ἀδελφιδῶν μου Δημητρίου καὶ Πετεύριος καὶ Ζωίδος κατὰ τὸ λοιπὸν τρίτον οἰκογενὴν ἐκ δούλης Θαήσιος ἀπογραφόμενον ἐπʼ ἀμφόδου Δρόμου Θοήριδος προσβεβηκέναι εἰς τοὺς τρεισκαιδεκαετεῖς τῷ διελθόντι γ ἔτει, καὶ τὸν ὁμοπάτριον μου ἀδελφὸν καὶ ἄνδρα Θῶνιν ἱεροσκόπον Θοήριδος καὶ Ἴσιδος καὶ Σαράπιδος καὶ τῶν συννάων θεῶν εἶναι δωδεκάδραχμον ἀπογραφόμενον ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου, καὶ ὀμνύω Αὐτοκράτορα Καίσαρα …