Ancient Greek
P.Oxy. 67 4594
Documentary Papyri, P.Oxy. 67 4594
Not analysed yet
ἐμίσθωσαν Αὐρήλιοι Διογένης Σερήνου καὶ Πλουτίων ἀμφότεροι ἀπʼ Ὀξυρύγχων πόλεως Αὐρηλίῳ Ἀμόιτι Ἀγαθίνου μητρὸς Ταΰσιος ἀπὸ Σεναὼ πρὸς μόνον τὸ ἐνεστὸς η ἔτος τὰς ὑπαρχούσας αὐτοῖς περὶ Σεναὼ ἀρούρας ἑπτὰ ἢ ὅσας ἐὰν ὦσι ὥστε σπεῖραι πυρῷ ἐκφορίου ἀποτάκτου πυροῦ ἀρταβῶν δεκαπέντε ,ἀκινδύνων παντὸς κινδύνου, τῶν τῆς γῆς δημοσίων ὄντων πρὸς τοὺς μεμισθωκότας κυριεύοντας τῶν καρπῶν ἕως τὸν πυρὸν κομίσωνται. βεβαιουμένης δὲ τῆς μισθώσεως ἀποδότω ὁ μεμισθωμένος τῷ μηνὶ Παῦνι τοῦ ἐνεστῶτος ἔτους τὸν πυρὸν ἐφʼ ἅλω Σεναὼ νέον καθαρὸν ἄδολον ἄβωλον ἄκριθον κεκοσκινευμένον, μέτρῳ τῷ ἐπάνω Διογένους, τῶν παρὰ τῶν μεμισθωκότων …