Ancient Greek
P.Oxy. 67 4595
Documentary Papyri, P.Oxy. 67 4595
Not analysed yet
ἐμίσθωσεν Αὐρηλία Διονυσία θυγάτηρ Θέωνος τοῦ καὶ Διονυσοθέωνος ἀφῆλιξ διʼ Αὐρηλίου Ἀπολλωνίου ἐπιτρόπου Κλαυδίῳ Ἀπελλεῖ τῷ καὶ Ἰσιδώρῳ υἱῷ Ὡρίωνος οὐετρανοῦ τῶν ἐντίμως ἀπολελυμένων, εἰς ἔτη τέσσερα ἀπὸ τοῦ ἐνεστῶτος β ἔτους ἀπὸ τῶν ὑπαρχόντων αὐτῇ περὶ Σκὼ ἐκ τοῦ Πεδιέως κλήρου βασιλικῆς ἄρουραν μίαν ἥμισυ τέταρτον ὥστε κατʼ ἔτος σπεῖραι καὶ ξυλαμῆσαι οἷς ἐὰν αἱρῆται ὁ μεμισθωμένος, φόρου ἀποτάκτου κατʼ ἔτος πυροῦ ἀρταβῶν ὀκτὼ ἀκινδύνων παντὸς κινδύνου. ἐὰν δέ τις τοῖς ἑξῆς ἔτεσι, ὃ μὴ εἴη, ἄβροχος γένηται, παραδεχθήσεται τῷ μεμισθωμένῳ, τῶν τῆς γῆς κατʼ ἔτος δημοσίων ὄντων πρὸς τὴν γεοῦχον. κυριευέτω δὲ τῶν καρπῶν ἕως τὰ κατʼ ἔτος ὀφειλόμενα ἀπολάβῃ. βεβαιουμένης δὲ τῆς μισθώσεως, ἐπάναγκον μετρείτω ὁ μεμισθωμένος τὸν πυρὸν κατʼ ἔτος εἰς τὸ δημόσιον ὑπὸ τὴν ἑκάστου ἔτους πρώτην μέτρησιν καὶ θέμα τούτων καθαρὸν ἀναδότω τῇ γεούχῳ, τῆς πράξεως οὔσης παρά τε τοῦ μεμισθωμένου ὡς καθήκει. κυρία ἡ μίσθωσις, περὶ ἧς ἐπερωτηθεὶς ὁ μεμισθωμένος ὡμολόγησεν. ἔτους β Αὐτοκρατόρων Καισάρων Τίτου Φουλουίου Ἰουνίου Μακριανοῦ καὶ Τίτου Φουλουίου Ἰουνίου Κυήτου Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν, Φαῶφι ιη. Κλαύδιος Ἀπελλῆς ὁ καὶ Ἰσίδωρος μεμίσθωμαι τὴν γῆν καὶ ἀποδώσω πάντα ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα.