Ancient Greek
P.Oxy. 67 4625
Documentary Papyri, P.Oxy. 67 4625
Not analysed yet
Μάξιμος Ὀφελλίῳ τῶι τιμιωτάτῳ χαίρειν. καλῶς ποιήσεις μεταβαλόμενος τὰς δύο μνᾶς Ἡρᾷ τῷ ἀδελφῷ σου ἐπεὶ πάνυ ἐνοχλοῦμαι ὑπὸ τῶν πεπιστευκότων. ἀλλʼ ὅρα μὴ ἀμελήσῃς. ἐρρῶσθαί σε εὔχομαι. Ὀφελλίῳ παρὰ Μαξίμου.