Ancient Greek
P.Oxy. 67 4626
Documentary Papyri, P.Oxy. 67 4626
Not analysed yet
Νῖλος Θαλείᾳ χαίρειν. ἐκομισάμην τὰ τυρία διʼ Ἀντωνίνου, καὶ ἀναγνοῦσα τὴν ἐσφραγισμένην ἐπιστολὴν γνώσει ὡς ἐλυπούμην. νῦν δέ, γράψας ὅ τι ἦν πρὸ μηνῶν δύο, γράφεις, ἐκομισάμην σου ἕτερα γράμματα ὅπου οὐδὲν γράφεις. ταῦτʼ οὖν παρῴχηται. ἐὰν γὰρ εὕρω τινὰ γνήσιον, πεμφθήσεταί σοι. πᾶν δὲ ποίησον πέμψαι μοι καὶ τὰς ἐλαίας. περὶ ὧν χρῄζεις γράφε μοι εἰδυῖα ὅτι οὐκ ἀμελῶ. τὸν καλὸν Ἀγαθόποδα ἀσπάσαι καὶ εἰ καὶ αὐτὸς ἡμῖν οὐ γράφει. ἐρρῶσθαί σε εὔχομαι, κυρία μου ἀδελφή. τὸν καλὸν Ἀγαθὸν Δαίμονα ἀσπάζου. μάθε τὴν σπουδὴν ἣν πεποίηται τῇ φίλῃ σου μηδὲν ἀναλωσάσῃ. Θαλείᾳ Νῖλος