Ancient Greek
P.Oxy. 67 4629
Documentary Papyri, P.Oxy. 67 4629
Not analysed yet
πρὸ μὲν πάντων πολλὰ προσκυνῶ τῇ σῇ γλυκυτάτῃ μου μητρὶ μετὰ παντὸς τοῦ οἴκου μου. περὶ δὲ τοῦ πλοίου τοῦ κυρίου Ἰωάννου πολλάκις ἔπεμψα πρὸς αὐτὸν καὶ οὐκ ἔδωκέν μοι ἀπόκρισιν. παρακαλῶ οὖν τῇ σῇ μητριότητι -ἰδοὺ ἀπέστειλα σοι τὸν Εὐτύχιον μαῦρον -πάντως, ὡς ποιήσης τὸ σόν, καὶ τὸ ἐμὸν ποίησον· περὶ δὲ τοῦ ἑνὸς νομίσματος μέλιτος παραλαβεῖν διὰ Πανηοῦτος Πευαρ· καὶ περὶ τῶν δύο νομισμάτων τῶν ὠφιλόντων, λαβεῖν παρὰ Ἄμμωνος υἱοῦ Κάρου· καὶ περὶ τῶν δύο μνῶν ἐρέας παρακαλῶ ζητῆσαι παρὰ Λιμενίου καὶ αὐτὰς πέμψον μοι. γράψον μοι δὲ τὴν ὑγίειαν ὑμῶν καὶ τοῦ κυρίου Σαραπίωνος καὶ τοῦ κυρίου Μαρτυρίου. πολλὰ προσκυνῶ . ἐπίδος τῇ …τάτῃ κυρᾷ κομητίσσῃ παρὰ κυρᾶς …να…