Ancient Greek
P.Oxy. 67 4628
Documentary Papyri, P.Oxy. 67 4628
Not analysed yet
κυρίῳ μου υἱῷ Κολλούθῳ Γερόντιος χαίρειν. οἶδεν ὁ θεός, οὐδέποτε ἠνώχλησα πραιποσίτῳ διὰ ξενίας τῶν βοηθῶν μου ἢ ναυτῶν ἢ τροφίμων ἢ ἄλλου τινὸς διαφέροντός μοι, ἀλλὰ ἀφʼ οὗ οἱ Μαῦροι ἐνθάδε ἦσαν τοὺς μητάτορας τιμῶ καὶ ἀλύπους ποιῶ καὶ οὐδέποτε ἀντιλέγουσί μοι. οἱ νῦν κατασταθέντες, ζητηθέντες ὑπʼ ἐμοῦ πολλάκις καὶ εὑρεθέντες, οὐ κατηξίωσαν ἐλθεῖν πρὸς ὑμᾶς ἀλλὰ ἀπελθόντες εἰσβάλλουσι στρατιώτας εἰς τὰς διαφερούσας ἡμῖν οἰκίας. οὐ θέλω οὖν οὐδὲ νῦν ἐνοχλῆσαι τῷ κυρίῳ μου τῷ πραιποσίτῳ ἀλλὰ τιμῆσαι τοὺς μητάτορας καὶ τιμηθῆναι παρʼ αὐτῶν. παρακαλῶ οὖν, κύριε υἱέ, συμβούλευσον αὐτοῖς ἐλθεῖν πρὸς ἐμέ· ἄτοπον γάρ ἐστιν ὑβρισθῆναι ἡμᾶς οὐδέποτε ὑβρισθέντας ἐπὶ τῶν ξένων, μάλιστα σοῦ τοῦ υἱοῦ δομεστικοῦ ὄντος. οὐ δυνηθεὶς δὲ ἐλθεῖν διὰ τὴν ἀναχώρησιν γράφω. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις, κύριε υἱέ.