Ancient Greek
P.Oxy. 69 4750
Documentary Papyri, P.Oxy. 69 4750
Not analysed yet
ἐπὶ ὑπάτων τῶν κυρίων ἡμῶν Σεουήρου Σεβαστοῦ καὶ Μαξιμίνου Καίσαρος. Αὐρήλιος Ἰσίδωρος Ἀνουβίωνος μητρὸς Πλουσίας ἀπὸ πόλεως Εὐεργέτιδος τοῦ Ἄνω Κυνοπολίτου Αὐρηλίῳ Ἡρακλάμμωνι Διδυμίωνος ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως χαίρειν. ὁμολογῶ πεπρακέναι καὶ παραδεδωκέναι σοι ἐπʼ ἀγορᾶς τοῦ Ἄνω Κυνοπολίτου ὄνον ἄρρενα δευτεροβόλον μελανόχρωμον οὐλὴν ἔχοντα ἐπὶ τοῦ δεξιοῦ ποδός, τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης ἀργυρίου Σεβαστῶν νομίσματος ταλάντων πέντε καὶ δραχμῶν τετρακισχιλίων ,γίνονται τάλαντα ε δραχμαὶ Δ, ἅπερ αὐτόθι ἀπέσχον παρὰ σοῦ διὰ χειρὸς ἐκ πλήρους, τῆς βεβαιώσεως πρὸς τὴν ἄλλην πᾶσαν βεβαίωσιν ἐξακολουθούσης μοι τῷ πεπρακότι διὰ παντὸς καὶ ἀπὸ παντὸς τοῦ ἐπελευσομένου. κυρία ἡ πρᾶσις, ἁπλῆ γραφεῖσα καθαρά, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους ιε καὶ ἔτους γ καὶ ἔτους α τῶν κυρίων ἡμῶν Μαξιμιανοῦ καὶ Σεουήρου Σεβαστῶν καὶ Μαξιμίνου καὶ Κωνσταντίνου τῶν ἐπιφανεστάτων Καισάρων, …. Αὐρήλιος Ἰσίδωρος πέπρακα τὸν ὄνον …