Ancient Greek
P.Oxy. 69 4751
Documentary Papyri, P.Oxy. 69 4751
Not analysed yet
Αὐρήλιος Βάσσος …Φοινικη… ἀπὸ τῆς …ὁμολογῶ …ἄρρενα …ἔμπροσθεν …φας παρ… τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης ἀργυρίου Σεβαστῶν νομίσματος ταλάντων ὀκτὼ ἅπερ αὐτόθι ἀπέσχον παρὰ σοῦ ἐκ πλήρους διὰ χειρὸς περὶ ἧς ἀριθμήσεως ἐπερωτηθεὶς ὑπὸ σοῦ ὡμολόγησα, τὸν δ’ αὐτὸν ὄνον βεβαιώσειν σοι πάσῃ βεβαιώσει, καὶ τὸν ἐπελευσόμενον ἢ ἐμποιησόμενον τοῦ αὐτοῦ ὄνου χάριν ἢ μέρους αὐτοῦ ἐπάναγκες ἀποστήσω παραχρῆμα ταῖς ἐμαυτοῦ δαπάναις καθάπερ ἐκ δίκης. κυρία ἡ πρᾶσις ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας Τατίου Ἀνδρονίκου καὶ Πομπηίου Πρόβου τῶν λαμπροτάτων ἐπάρχων, μηνὸς Ἰουνίου, Παῦνι κα . Αὐρήλιος Βάσσος πέπρακα τὸν προκείμενον ὄνον καὶ ἀπέσχον τὰ τῆς τιμῆς ἀργυρίου τάλαντα ὀκτὼ καὶ βεβαιώσω ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἀθηνόδωρος ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.