Ancient Greek
P.Oxy. 69 4755
Documentary Papyri, P.Oxy. 69 4755
Not analysed yet
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου εὐεργέτου Φλαουΐου Τιβερίου Μαυρικίου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους ε, ὑπατείας τοῦ αὐτοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου ἔτους δ, Χοιακ ,ἰνδικτίωνος ε. Φλαουΐῳ Ἰωάννῃ τῷ ἐνδοξοτάτῳ, τέκνῳ καὶ κληρονόμῳ τῆς ἐν ἐνδόξῳ τῇ μνήμῃ Εὐφημίας, γεουχοῦντι καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει, διὰ σοῦ τοῦ λαμπροτάτου Βίκτορος διοικητοῦ αὐτοῦ, Αὐρήλιοι Ἀπολλῶς υἱὸς …μητρὸς …καὶ Βίκτωρ υἱὸς Ἀνδρέου μητρὸς …ἀπὸ ἐποικίου Ἀσπιδᾶ τοῦ Ὀξυρυγχίτου νομοῦ, διαφέροντος τῇ ὑμῶν ἐνδοξότητι, ἐναπόγραφοι αὐτῆς γεωργοί, χαίρειν. χρείας καὶ νῦν γεναμένης εἰς τὴν ὑπ’ ἡμᾶς γεουχικὴν μηχανὴν καλουμένην …ἀντλοῦσαν εἰς ἄμπελον καὶ εἰς ἀρόσιμον γῆν μεγάλου ἐργάτου ἑνὸς ἀνελθόντες ἐπὶ τῆς πόλεως ἠξιώσαμεν τὴν ὑμῶν ἐνδοξότητα ὥστε κελεῦσαι ἡμῖν τὸν αὐτὸν μέγαν ἐργάτην παρασχεθῆναι …χειρογραφία Ἀπολλῶτος καὶ Βίκτορος …α…