Ancient Greek
P.Oxy. 69 4756
Documentary Papyri, P.Oxy. 69 4756
Not analysed yet
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου εὐεργέτου Φλαουΐου Μαυρικίου νέου Τιβερίου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους η, ὑπατείας τοῦ αὐτοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου ἔτους ζ, Φαμενὼθ ιδ, ἰνδικτίωνος ὀγδόης . Φλαουΐᾳ Ἀναστασίᾳ τῇ ἐνδοξοτάτῃ ἰλλουστρίᾳ θυγατρὶ τοῦ τῆς ἐνδόξου μνήμης Μηνᾶ Εὐδαίμονος, γεουχούσῃ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει, διὰ σοῦ Φλαουίου Βίκτορος τοῦ περιβλέπτου κόμετος καὶ διοικητοῦ αὐτῆς, Αὐρήλιος Ἀβραὰμ υἱὸς Παύλου μητρὸς Θέκλας, ὁρμώμενος ἀπὸ κώμης …τοῦ Ὀξυρυγχίτου νομοῦ. ὁμολογῶ ἑκουσίᾳ γνώμῃ καὶ αὐθαιρέτῳ προαιρέσει ἐπομνύμενος τὸν θεῖον καὶ σεβάσμιον ὅρκον ἐγγυᾶσθαι καὶ ἀναδέχεσθαι παρὰ τῇ ὑμετέρᾳ ἐνδοξότητι διὰ τῶν αὐτῇ προσηκόντων Αὐρήλιον Ἠλίαν υἱὸν Φιβ μητρὸς …,ἀπὸ τῆς αὐτῆς κώμης, ἐφ’ ᾧτε αὐτὸν ἀδιαλείπτως παραμεῖναι καὶ διάγειν ἐν τῇ αὐτῇ κώμῃ καὶ μηδαμῶς αὐτὸν ἀπολιμπάνεσθαι μήτε μὴν μεθίστασθαι εἰς ἕτερον τόπον …ἔνθα αὐτὸν καὶ παρείληφα, ἐν τῇ φυλακῇ ταύτης τῆς πόλεως. ἢ εἰ μὴ τοῦτο ποιήσω ὁμολογῶ ὑπεύθυνος εἶναι πᾶσιν τοῖς πρὸς αὐτὸν ἐπιζητουμένοις ἀποκρίνασθαι. κυρία ἡ ἐγγύη ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἀβραὰμ υἱὸς Παύλου …ου1–2νε…α…μ…ν …