Ancient Greek
P.Oxy. 7 1024
Documentary Papyri, P.Oxy. 7 1024
Not analysed yet
Ἀσκληπιάδης στρατηγὸς Ὀξυρυγχείτου Ἡρακλᾷ τῷ καὶ Ἡρακλείδῃ σιτολόγωι ἀπηλιώτου τοπαρχίας Πακέρκη τόπων χαίρειν. μέτρησον συνεπιστέλλοντος Ἱέρακος βασιλικοῦ γραμματέως ἐκ τοῦ καλλίστου δείγματος ἀπὸ γενήματος τοῦ διελθόντος ιγ ἔτους εἰς κατασπορὰν τοῦ ἐνεστῶτος ιδ ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου εἰς σπέρματα δάνεια Ἀπολλωνίου Ἡλιοδώρου τοῦ Ἀπολλωνίου μητρὸς Θαΐδος Χαιρήμονος ἀπʼ Ὀξυρύγχων πόλεως ὡς ἐτῶν οθ οὐλὴ ὀφρύι δεξιᾷ, ὃν καὶ γνωριεῖς ἰδίῳ κινδύνῳ, ἣν ᾕρηται διʼ αἰτήσεως εἰς ἣν γεωργεῖ περὶ κώμην Ὦφιν ἐκ τοῦ Ἀπολλωνίου Ἀλθαιέως σὺν τῷ Πυρρίου καὶ Λυσιμάχου κλήρου ἄρουραν α δ πυροῦ καθαροῦ ἀδόλου ἀβώλου ἀκρίθου κεκοσκινευμένου μέτρῳ δημοσίῳ μετρήσει τῇ κελευσθείσῃ ἀρτάβην μίαν τέταρτον, γίνεται πυροῦ ἀρτάβη α δ, μηδενὸς ὑπολογουμένου εἰς ὀφειλὴν ἢ ἕτερόν τι ἁπλῶς, ἣν καταθήσεται εἰς τὴν γῆν ὑγιῶς ἐπακολουθούντων τῶν εἰωθότων, καὶ ἐκ νέων ἀποδώσει τὰς ἴσας ἅμα τοῖς γῆς δημοσίοις· παρʼ οὗ καὶ λήμψῃ τὴν καθήκουσαν ἀποχὴν δισσήν, ὧν τὴν ἑτέραν ἐμοὶ ἀναδώσεις. ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Ἁθὺρ ιζ. Ἱέραξ βασιλικὸς γραμματεὺς διαδεχόμενος καὶ τὰ κατὰ τὴν στρατηγίαν, μετρήσατε τὴν τοῦ πυροῦ ἀρτάβην μίαν τέταρτον, γίνεται πυροῦ α δ, ὡς πρόκειται.