Ancient Greek
P.Oxy. 7 1025
Documentary Papyri, P.Oxy. 7 1025
Not analysed yet
Αὐρήλιοι Ἄγαθος γυμνασιάρχης ἔναρχος πρύτανις καὶ Ἑρμανοβάμμων ἐξηγητὴς καὶ Δίδυμος ἀρχιερεὺς καὶ Κοπρίας κοσμητὴς πόλεως Εὐεργέτιδος Αὐρηλίοις Εὐριπᾷ βιολόγῳ καὶ Σαραπᾷ ὁμηριστῇ χαίρειν. ἐξαυτῆς ἥκετε, καθὼς ἔθος ὑμῖν ἐστιν συνπανηγυρίζειν, συνεορτάσοντες ἐν τῇ πατρῴᾳ ἡμῶν ἑορτῇ γενεθλίῳ τοῦ Κρόνου θεοῦ μεγίστου ἀναν… τῶν θεωριῶν ἅμʼ αὔριον ἥτις ἐστὶν ι ἀγομένων ἐπὶ τὰς ἐξ ἔθους ἡμέρας, λαμβάνοντες τοὺς μισθοὺς καὶ τὰ τίμια. σεσημειώμεθα. Ἑρμανοβάμμων ἐξηγητὴς ἐρρῶσθαι ὑμᾶς εὔχομαι. Δίδυμος ἀρχιερεὺς ἐρρῶσθαι ὑμᾶς εὔχομαι. Κοπρίας ἐρρῶσθαι ὑμᾶς εὔχομαι.