Ancient Greek
P.Oxy. 7 1027
Documentary Papyri, P.Oxy. 7 1027
Not analysed yet
…διʼ ὑμῶν …φ… τῶν ὑποχρέων μου Θέωνος καὶ Πεκύσιος Ἀμμωνίου, τοῦ μὲν Θέωνος ἡμίσους οἰκίας μονοστέγου καὶ αὐλῆς τοῦ δὲ Πεκύσιος ὀγδόου μέρους ἑτέρας οἰκίας καὶ αὐλῶν καὶ αἰθρίου, ἐφʼ αἷς ἄλλαις τὸ περὶ τῆς ἐνεχυρασίας ὑπόμνημα περιεῖχεν διαστολαῖς. ἐξ οὗ καὶ ἐξεχομένου μου τῆς τῶν ἠνεχυρασμένων προσβολῆς προσέπεσέν μοι τὸν τῶν ὑποχρέων πατέρα Ἀμμώνιον Ἀμμωνίου ἐπιδεδωκέναι ὑμῖν ὑπόμνημα ἀφʼ οὗ ἔδοξεν δυνήσασθαι ἐμποδισθῆναί μου τὴν πρᾶξιν, διʼ οὗ ματαίως ἱστορεῖ περί τε τοῦ ἀγνοεῖν αὐτὸν τὴν τῶν ἐμοὶ γεγενημένων ἀσφαλειῶν θέσιν καὶ ὅτι ὑπόκειται αὐτῶι …εφ…