Ancient Greek
P.Oxy. 7 1026
Documentary Papyri, P.Oxy. 7 1026
Not analysed yet
…ν… μεταξὺ ἐλάβομεν Γεροντίου καὶ Ἰωάννου ὥστε λαβεῖν Ἰωάννην τὰ ἱμάτια καὶ τὰ λινούδια σὺν μαφορίοις καὶ φακιαλίοις ὥστε πραθῆναι αὐτὰ καὶ δοῦναι τὸ δάνειον τῶν τριῶν ὁλοκοττίνων, δεδώκαμεν δὲ αὐτὰ Γεροντίῳ πραθῆναι τιμῆς, τί ἀποδοθῆναι ὅρκον, τὰ δὲ καταλειπόμενα ἀποδοῦναι Ἰωάννῃ εἰς ἀναλώματα τῶν τέκνων αὐτοῦ. ἔστι δὲ τὰ πραθέντα εἴδη οὕτως· δελματίκιον ὀνύχινον δηναρίων μυρίαδων Γτοε ,ὁμοίως ἄλλο Ξοΐτιον δηναρίων μυριάδων Γ ,λινούδιον παραγαύδιον σὺν φακιαλίῳ βιλλαρικὸν νομισματίου α, φακιάλιον δηναρίων μυριάδων ψν ,βαλανάριον καὶ λινούδιον δηναρίων μυριάδων Αφ ,τὰ δὲ μὴ πραθέντα εἴδη οὕτως· δελμάτιον α, μαφόριον ὀνύχινον α, Ξοΐτιον μαφόριον α, Μουθουνήσιον μαφόριον α, κάδιον γυναικεῖον, πανθειονάριον μυροθήκη· ταῦτα πραθῆναι διὰ Θεοδώρου καὶ Γεροντίου τιμῆς. καὶ τὰ ἀναλωθέντα διὰ Γεροντίου δηναρίων μυριάδες Αωξ Ἀνδρέας καὶ Τριάδελφος πρεσβύτεροι μαρτυροῦμεν.