Ancient Greek
P.Oxy. 7 1037
Documentary Papyri, P.Oxy. 7 1037
Not analysed yet
χμγ. μετὰ τὴν ὑπατείαν Φλαουίων Μαξίμου τὸ β καὶ Πατερίου τῶν λαμπροτάτων Μεσορὴ ιη. Αὐρηλίῳ Φιλοξένῳ Δωρᾶτος ὀρβιοπώλῃ ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως παρὰ Αὐρηλίου Ἱέρακος Ἀναστατιανοῦ ἀπὸ τῆς αὐτῆς πόλεως. ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι ἀπὸ νεομηνίας τοῦ ἑξῆς μηνὸς Θὼθ τοῦ εἰσιόντος ἔτους ρκα ϙ τῆς τρεισκαιδεκάτης ἰνδικτίωνος τὴν διαφέρουσάν σοι ἀπὸ οἰκίας τῆς καλουμένης …αρους οὔσης ἐν τῇ αὐτῇ Ὀξυρυγχιτῶν πόλει ἐπʼ ἀμφόδου Ἀγορᾶς Σκυτέων ὁλόκληρον ἐξέδραν σὺν χρηστηρίοις πᾶσι, καὶ τελέσω σοι ὑπὲρ ἐνοικίου ἐνιαυσίως ἀργυρίου μυριάδας δισχιλίας τετρακοσίας ,καὶ ἐπάναγκες ἀποδώσω τὸ ἐνοίκιον ἀνυπερθέτως, καὶ ὁπόταν βουληθῇς παραδώσω σοι τὴν αὐτὴν ἐξέδραν καθαρὰν. κυρία ἡ μίσθωσις ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα. …μίσθωσις ἐξέδρας.