Ancient Greek
P.Oxy. 7 1038
Documentary Papyri, P.Oxy. 7 1038
Not analysed yet
βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους γ Μεσορὴ β ἰνδικτίωνος α. Φλαουίᾳ Εὐφημίᾳ τῇ ἐνδοξοτάτῃ θυγατρὶ τοῦ τῆς ἐνδόξου μνήμης Μουσαίου γεουχούσῃ καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει διὰ σοῦ Φλαουίου Ἀναστασίου τοῦ περιβλέπτου αὐτῆς διοικητοῦ καὶ σοῦ Ἱερημίου τοῦ θαυμασιωτάτου ἐνοικολόγου Αὐρήλιος Στέφανος ἀρτοκόπος υἱὸς Ἡρακλάμμωνος μητρὸς Νόννας ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι ἀπὸ νεομηνίας τοῦ Θὼθ μηνὸς τῆς σὺν θεῷ δευτέρας ἰνδικτίωνος ἀπὸ τῶν ὑπαρχόντων τῇ ὑμῶν ἐνδοξότητι ἀπὸ οἰκίας νευούσης ἐπὶ νότον διακειμένης ἐπὶ ταύτης τῆς πόλεως ἐπʼ ἀμφόδου τῆς ἁγίας Εὐφημίας ὁλόκληρον ἐπίπεδον τόπον νεύοντα καὶ αὐτὸν ἐπὶ νότον σὺν χρηστηρίοις πᾶσιν καὶ δικαίοις ἐξ ὅλης τῆς οἰκίας, καὶ τελέσω ὑπὲρ ἐνοικίου τούτου ἐνιαυσίως κεράτια δέκα νομιτευόμενα, γίνεται κεράτια ι νομιτευόμενα, ὅπερ ἐνοίκιον ἀποδώσω κατʼ ἔτος διʼ ἑξαμήνου τὸ ἥμισυ, καὶ ὁπόταν βουληθείης ἀντιπαραδώσω τὴν ἐμὴν νομὴν τοῦ τόπου ὡς καὶ παρείληφα. κυρία ἡ μίσθωσις ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Στέφανος υἱὸς Ἡρακλάμμωνος στοιχεῖ ἡμῖν ἡ παροῦσα μίσθωσις ὡς πρόκειται. Ἰωάννης ἀξιωθεὶς ἔγραψα ὑπὲρ ἀγραμμάτου ὄντος. di emu Ioannu …μίσθωσις Στεφάνου υἱοῦ Ἡρακλάμμωνος ἀπὸ τῆς Ὀξυρυγχιτῶν λόγῳ ἐνοικίου κερατίων ι νομιτευομένων.