Ancient Greek
P.Oxy. 7 1041
Documentary Papyri, P.Oxy. 7 1041
Not analysed yet
ὑπατείας Φλαουίων Εὐχαιρίου καὶ Συαγρίου τῶν λαμπροτάτων Παῦνι ιε. Αὐρήλιος Πλούταρχος Ψεναμούνιος μητρὸς Τεδ…μης ἀπὸ κώμης Φοβώου ε πάγου τοῦ Ὀξυρυγχίτου νομοῦ Αὐρηλίῳ …ῳ Ἡρακλᾶ ἀπὸ τῆς αὐτῆς πόλεως βαφεῖ χαίρειν. ἐπεὶ πεισθεὶς ὑπʼ ἐμοῦ ἐγράψω Φιλονίκῳ Βησάμμωνος ἀπὸ τῆς αὐτῆς πόλεως εἰς ἀπόδοσιν ἀργυρίου δηναρίων μυριάδων τετρακισχιλίων διακοσίων χρεωστουμένων αὐτῷ ὑπὸ σοῦ ἀπὸ λόγου διαφόρων ἀκολούθως οἷς ἐθέμην α…ε… οις καὶ ὑπὲρ τοῦ σε ἔχειν τὸ ἀσφαλὲς παρʼ ἐμοῦ περὶ τῆς τούτων ἀποδόσεως ὁμολογῶ ὀφείλειν σοι καὶ ἔχειν παρʼ ἐμαυτῷ τὰς αὐτὰς τοῦ ἀργυρίου δηναρίων μυριάδας τετρακισχιλίας διακοσίας, γίνονται δηναρίων μυριάδες Δσ ,ἐπὶ τῷ με ταύτας σοι ἀποκαταστῆσαι ἐν τῇ διὰ τοῦ γεγενημένου ὑπὸ σοῦ αὐτῷ τῷ Φιλονίκῳ γραμματείου, τοῦτʼ ἔστιν τῇ νεομηνίᾳ τοῦ Μεσορὴ μηνὸς τοῦ ἐνεστῶτος ἔτους ιδ ϛ β τῆς παρούσης ἐνάτης ἰνδικτίωνος, καὶ ἀνακομίσασθαι παρʼ αὐτοῦ τὸ τούτων γενόμενον αὐτῷ ὑπὸ σοῦ γραμματεῖον καὶ ἀναδοῦναί σοι εἰς ἀκύρωσιν, γινομένης σοι τῆς πράξεως παρά τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων. κύριον τὸ γραμματεῖον ἁπλοῦν γραφὲν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Πλούταρχος Ψεναμούνιος ὁ προκίμενος ὀφείλω σοι καὶ ἔχω παρʼ ἐμαυτῷ τὰς τοῦ ἀργυρίου δηναρίων μυριάδας τετρακισχιλίας διακοσίας καὶ ταύτας σοι ἀποδώσω ἐν τῇ προθεσμίᾳ ὡς πρόκειται …οσ…α…