Ancient Greek
P.Oxy. 7 1042
Documentary Papyri, P.Oxy. 7 1042
Not analysed yet
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου εὐεργέτου Φλαουίου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους ιγ, μετὰ τὴν δευτέραν ὑπατείαν τῆς αὐτῶν γαληνότητος ἔτους ια, καὶ Φλαουίου Τιβερίου τοῦ καὶ νέου Κωνσταντίνου τοῦ εὐτυχεστάτου ἡμῶν Καίσαρος ἔτους γ Παχὼν ιε ἰνδικτίωνος ια. Φλαουίῳ Φὶβ τῷ εὐδοκιμωτάτῳ σουβαδιούβᾳ τῆς ἡγεμονικῆς τάξεως τῆς Ἀρκάδων ἐπαρχίας υἱῷ τοῦ τῆς λαμπρᾶς μνήμης ἀπὸ τῆς νέας Ἰουστίνου πόλεως Αὐρήλιος Ἰωάννης μυλοκόπος υἱὸς Ἀνοὺπ μητρὸς Κυραπάντων ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ τῆς σῆς λαμπρότητος ἐν χρήσει εἰς ἀναγκαίας μου χρείας χρυσοῦ νομισματίου τρίτον ἰδιωτικῷ νομιτευόμενον, γίνεται χρυσοῦ νομισματίου γ ζυγῷ ἰδιωτικῷ, καὶ τοῦτο ὁμολογῶ παρασχεῖν αὐτῇ ὁπόταν βουληθῇ μετὰ τοῦ διαφόρου ἀνυπερθέτως. κύριον τὸ γραμματεῖον ἁπλοῦν γραφὲν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἰωάννης υἱὸς Ἀνούπ ὁ προγεγραμμένος πεποίημαι τοῦτο τὸ γραμματεῖον ὡς πρόκειται. Σερῆνος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος. di emu Serhnu etelioth. γραμματεῖον Ἰωάννου μυλοκόπου υἱοῦ Ἀνοὺπ ἀπὸ τῆς Ἰουστίνου πόλεως χρυσοῦ νομισματίου γ ζυγῷ ἰδιωτικῷ.