Ancient Greek
P.Oxy. 7 1061
Documentary Papyri, P.Oxy. 7 1061
Not analysed yet
Διογένης Διονυσίωι τῶι ἀδελφῶι πλεῖστα χαίρειν καὶ ὑγιαίνειν. ἐπειδὴ καὶ ἄλλοτέ σοι ἐγράψαμεν καὶ οὐ δεδιῄτησαι ἡμᾶς καὶ Ἀπολλωνίωι τῶι ἀδελφῷ σου τὰ νῦν ἀνάγκην ἔσχον παρακαλέσαι Πτολεμαῖον Πτολεμαίου νεώτερον ὅπως συντύχηι Δίωι καὶ Διογένει Δημητρίου ἕως ἂν μετρηθῆι ἡ ἄβροχος ἡ ἐν ταῖς ζ ἀρούραις καὶ μετρηθῇ τὸ ὑπὲρ αὐτοῦ δημόσιον διὰ τοῦ Διογένους καὶ τὸ κατάλοιπον ἀποδοθῆι τῶι Πτολεμαίωι. ἐρωτηθεὶς οὖν συνπροσέσηι τῶι Πτολεμαίωι καὶ Ἀπολλώνιος ὁ ἀδελφός σου ἕως μοι τοῦτο τελέσητε, διαφέρετε γὰρ τοῦ Πτολεμαίου ἐμπειρίᾳ, καὶ ἂν δέον ἦν Πτολεμαίῳ τῶι ἄλλωι ἀδελφῶι τοῦ Πτολεμαίου πρεσβυτέρωι συντυχεῖν περὶ τούτου, συντύχηι καὶ σπουδάσει ἕως ὅτου τελεσθῆι. ἐὰν οὖν σοι φαίνηται καὶ ὑπὲρ τούτων καὶ ὑπὲρ ὧν ἄλλων σε διὰ γραπτοῦ ἠρώτησα ἀντιφωνῆσαί μοι, ἔσῃ μοι κεχαρισμένος, καὶ σὺ δὲ γράφε ὑπὲρ ὧν ἐὰν θέλῃς καὶ ἥδιστα ποιήσω. ἔγραψα δὲ καὶ Δίωι τῷ τοῦ χειριστοῦ περὶ τούτου, ᾧ καὶ συντεύξηι. ἀσπάζου τοὺς σοὺς πάντας. ἀσπάζεταί σε Ἀθηναροῦς καὶ τὰ παιδία τὰ λοιπά. ἐπιμέλου σεαυτοῦ ἵνʼ ὑγιαίνῃς. ἔρρωσο. ἔτους η Ἐπεὶφ …. Διονυσίωι τῷ καὶ Ἀμόιτι Πτολεμαίου ἀδελφῶι Ἀπολλωνίου κωμογραμματέως Θώλθεως παρόντος ἐχομένως Θέωνος Ἰσχυρίωνος.