Ancient Greek
P.Oxy. 7 1062
Documentary Papyri, P.Oxy. 7 1062
Not analysed yet
Μάρκος Ματρέαι τῶι φιλτάτωι χαίρειν. περὶ τῶν πόκων σου ἐπαγελλομένου καλὰ ἀγοράσαι προσθέντος ὅτι τὰ θέρειά ἐστιν τὰ κρείσσονα σοὶ προσεταξάμην ὅτι ὅταν καλὰ γένηται τότε ἀγόρασον, καὶ ἔγραψά σοι ὅτι οὐκ ἐπένεγκαν ἕως Μεσορή, ὕστερον δέ μοι ἔγραψας ὅτι ἀγοράσας πέπρακα καὶ …ισ…γράφωι μοι ἐπιστολὴν ἔγραψας, …τος δὲ οὐδέποτε ἐγενάμην· αὐτὴν δέ σοι τὴν ἐπιστολὴν πέμψω διὰ Σύρου ἵνα αὐτὴν ἀναγνοῖς νήφων καὶ σαυτοῦ καταγνοῖς. εἰ δὲ τοῦτό σοι βάρος φέρει καὶ μήπω ἠγόρασας, τὸ ἀργύριον δὸς Ζωίλωι τῶι φίλωι, εἰ δὲ ἠγόρασας τοὺς πόκους, παράδος τῶι αὐτῶι σφραγίσας ἵνα μοι κομισθῶσι. ἔρρωσο. …Μεσορὴ κ. ἀπὸ Μάρκου Ματρέαι α… Τρυφᾶ.