Ancient Greek
P.Oxy. 7 1067
Documentary Papyri, P.Oxy. 7 1067
Not analysed yet
Ἑλένη Πετεχῶντι τῷ ἀδελφῷ χαίρειν. οὐ καλῶς ἔπραξας μὴ ἐλθεῖν χάριν τοῦ ἀδελφοῦ σου· ἀφῆκες αὐτὸν μὴ κηδεῦσαι αὐτόν. μάθε οὖν ὅτι ἀλλοτρία γυνὴ ἐκληρονόμησεν αὐτόν. γενοῦ οὖν πρὸς Θέωνα καὶ εἰπὲ αὐτῷ περὶ τῆς κέλλας ὅτι ἐσφραγίσθη ἡ κέλλα αὐτοῦ μηδὲν ὀφείλοντος, καὶ εἰπὲ Πετεχῶντι τῷ υἱῷ Πολυδεύκους ὅτι εἰ μέλλεις ἐλθεῖν ἐλθέ, Διόσκορος γὰρ λειτουργεῖ ὑπὲρ σοῦ· εἰ οἶδας ὅτι οὐ μέλλεις ἐλθεῖν, πέμψον μοι τὸν ἀδελφόν σου Κάστορα. ἐρρῶσθαί σε εὔχομαι. καὶ ἐγὼ Ἀλέξανδρος ὁ πατὴρ ὑμῶν ἀσπάζομαι ὑμᾶς πολλά. ἀγόρασόν μοι ὀψαρίδιον ἐκ τῆς θαλάσσης, πέμψον δὲ διὰ ἀνθρώπου πιστοῦ ημε…ου ε…