Ancient Greek
P.Oxy. 7 1066
Documentary Papyri, P.Oxy. 7 1066
Not analysed yet
Νεμεσιανὸς Σαραπάμμωνι ἀδελφῷ πλεῖστα χαίρειν. καλῶς μὲν ἐποίησας ἀποστείλας μοι τὴν ῥίνην, ἀλλὰ ἀπέστειλάς μοι αὐτὴν μᾶλλον λεπτοτέραν. ἰδοὺ οὖν ἀπέστειλά σοι αὐτὴν δι Ἀπόλλωνος καὶ τὸ ἐξεμπλάριον ἵνα πρὸς αὐτὸ ποιήσῃς. ἔγραψάς μοι διὰ τῆς ἐπιστολῆς ὅτι ἀπέστειλά σοι λινούδιν παιδικόν, καὶ οὐδὲν εἴληφα. ἔλεγέν μοι Ἀπόλλων ὅτι οὐδέν μοι ἔδωσεν. ἔπεμψά σοι τὸ τρισκελίδιν διʼ Ἀπόλλωνος, εἴ τινος δὲ χρῄζεις ἀντίγραψόν μοι διὰ τοῦ αὐτοῦ Ἀπόλλωνος ἵνα σοι ἀποστείλω, σπούδασον δὲ γενέσθαι μοι ῥίνην καὶ ἀπόστειλόν μοι αὐτὴν διʼ Ἀπόλλωνος, καὶ ἀναζήτησον ῥίνην οὐ μόνον ῥινίζουσαν τὰ ξύλα, ἀλλὰ ἣ τὰ σιδήρια ῥινίζει ἐξε…α, καὶ ὑποδείκνυ εἴ σοι …ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις.