Ancient Greek
P.Oxy. 7 1069
Documentary Papyri, P.Oxy. 7 1069
Not analysed yet
Τρωίλος Μαζατι τῇ ἀδελφῇ χαίρειν. καλῶς ποιήσεις ἀναγκάσαι γενέσθαι μου τὸ κιθώνιον τὸ λευκὸν κατὰ τάχος ἵνα εὕρω αὐτὸ γενάμενον ἐὰν ἔλθω πρὸς σέ. ἰδοὺ γὰρ καὶ Ἡρακλείδῃ ἔγραψα ἵνα λάβῃς τὰ σύνεργά μου καὶ τὸν μισθὸν τῶν γερδιαινῶν. θέλω δὲ εἰδέναι πῶς σπουδάζεις αὐτὸ γενέσθαι. ἰδοὺ γὰρ καὶ τὸ πορφύριον μετὰ τῶν συνέργων κεῖται. σπούδασον δὲ πέμψαι τὸ ἐπιστολίδιον Θερμουθείῳ εἰς Ἀλεξάνδρειαν, τάχα γὰρ δυνασθῶμεν φορετρίσαι σοι δύο καμήλους πυροῦ καὶ πέμψαι πρὸς σέ. τὴν παιδίσκην μου δὲ πρὸς λόγον ἀνάγκασον φιλοπονεῖσθαι, ἐὰν γὰρ τέκῃ ἡ Ταμοὺν ἀνάγκασον αὐτὴν τὸ βρέφος φιλοπονῆσαι. σπούδασον γὰρ τὸ κιθώνιον μου γενέσθαι πρὸς λόγον, καὶ καλὰ μέτρα αὐτῷ βαλέτωσαν καὶ μεγάλαι ἔστωσαν ἐπὶ ῥίζης αὐτοῦ. ἀγόρασον τῷ Νεικήτῃ· ὄνον ἵνα δυνασθῇ σου τὰ πράγματα διεξελθεῖν· εἰ τινος δὲ χρῄζεις ἀντίγραψόν μοι. ἀσπάζομαι δὲ Ἡρᾶν. ἐρρῶσθαί σε εὔχομαι. ἰδοὺ γὰρ ἔγραψα Ἡρακλείδῃ ἵνα δῇ τῇ Ταμοὺν δραχμὰς Γ. παρὰ Τρωίλου Μαζατει ἀδελφῇ.