Ancient Greek
P.Oxy. 7 1070
Documentary Papyri, P.Oxy. 7 1070
Not analysed yet
Αὐρήλιος Δημαρεὺς Αὐρηλίᾳ Ἀρσινόῃ τῇ ἀδελφῇ χαίρειν. ἡ προάγουσα παρʼ ἐμοῦ παρὰ πᾶσι θεοῖς εὐχὴ ἡ περί τε σωτηρίας σου καὶ τοῦ τέκνου ἡμῶν καὶ τοῦ ἀδελφοῦ σου καὶ τοῦ πατρός σου καὶ τῆς μητρός σου καὶ τῶν ἡμῶν πάντων καὶ πολὺ ἔτι μεῖζον νῦν ἐν τῷ μεγάλῳ Σαραπείῳ προσκυνεῖ, τὸν μέγαν θεὸν Σαρᾶπιν παρακαλῶ περί τε τῆς ζωῆς ὑμῶν καὶ τῶν ἡμῶν πάντων καὶ τῶν χρηστῶν ἐλπίδων τῶν ἐν ἀνθρώποις νενομισμένων. τὸ μὲν οὖν γράφειν σοι περὶ τῶν πραγμάτων ἡμῶν ἢ καὶ τῶν ἔργων ὅπερ καὶ φθάνω πολλάκις σοι γράψας διὰ ἐπιστολῶν πολλῶν οὐχ ἧττον δὲ καὶ κατʼ ὄψιν σοι ἐνετειλάμην περιττὸν νῦν ἡγησάμην, καὶ γὰρ σὺ αὐτὴ μήτηρ τυγχάνουσα τοῦ τέκνου ἡμῶν μᾶλλον ἐμοῦ θελήσεις τὴν τούτων πρόνοιαν καὶ ἐπανόρθωσιν γενέσθαι μετὰ τῆς ἀνυπερβλήτου κηδεμονίας. περὶ δὲ τῆς σεαυτῆς ἐπιμελείας καὶ φροντίδος ἀντὶ παντὸς προνόησον, ὅπερ καὶ περὶ τούτου πολλάκις σοι ἔγραψα, μηδενὸς ὧν ἔχομεν αὐτῶν φειδομένη. ἔπεμψά σοι διὰ Διονυσίου τοῦ …ντος ἢ ἐν …νομῳ ἢ ἐν τῇ σε…α τοῦ γείτονος τῆς οἰκίας τοῦ Ἀπολλωνίου ἐλαίου Σειρητικοῦ κοτύλας ἓξ ἐν ἀγγείῳ ἡμιχόῳ καὶ τραγημάτων σφυρίδαν μεστὴν μίαν . βιβλίδια δύο ἐκ Ξεινοφᾶ δοθέντα ἀπό τε Ἀπολλωνίου τοῦ υἱοῦ τοῦ Σκόπα καὶ τοῦ γαμβροῦ αὐτοῦ Στεφάνου τοῦ κατὰ πόλιν κατὰ τοῦ πατρός σου καὶ τῆς μητρός σου καὶ τούτων τὰ ἀντίγραφά σοι διεπεμψάμην ἐν τῷ ἀποδέσμῳ τῶν ἐπιστολῶν· ἐὰν οὖν συντύχητε καὶ δόξῃ τι ὑμῖν περὶ αὐτῶν, ταχέως μοι δηλώσατε, ὅ τι ἐὰν ἐπιδημῶν τοῖς ἐνθάδε οἷος ᾤμην ποιεῖν περὶ τούτου μὴ ἀμελήσω. περὶ δὲ τοῦ καθʼ ἡμᾶς πράγματος μέχρι τούτου οὐδὲν ἐγένετο. ἐρρῶσθαί σε εὔχομαι ……αριο…ς δια… μηδέν μοι ἐν τῷ παρόντι ἐπιμηνιδίων διαπέμψησθε ἔστʼ ἂν ὑμῖν περὶ τούτου δηλώσω ἢ καὶ γράψω. τοὺς ἡμῶν πάντας κατʼ ὄνομα προσαγόρευε καί ἄσπασαι. πάνυ δὲ ὑμῖν εὐχαριστῶ ὅτι πολλάκις ἐμοῦ γράψαντος ὑμῖν ὑμεῖς οὐδὲ ὅλως ἐγράψατε οὐδὲ ἐμνήσθητέ μου περὶ τῆς ἀσφαλείας τῆς οἰκίας ἡμῶν, ὡς καὶ πολλάκις διὰ γραμμάτων καὶ ἐπιστολῶν καὶ κατʼ ὄψιν παρὼν ἐνετειλάμην. μὴ ἀμελήσῃς μὴ ἄρα ποτὲ θέλῃς μετὰ σοῦ Ἡραείδι τὴν τήρησιν τῆς ὅλης οἰκίας παραδιδόναι ἀχρήστου οὔσης αὐτῆς καί, ὃ μὴ εἴη, ἄλλʼ ἐξ ἄλλων γένηται. τοῦ παιδαρίου Πτολεμαίου τοῦ ἀδελφοῦ Ἑρμογένους ἐξερχομένου εἰς τὴν Ἀλεξάνδρειαν πολλάκις ἐλθόντος πρὸς ἐμὲ οὐ τεθελήκατε αὐτῷ διδόναι ἐπιστολὰς οὐδʼ ὅλως αὐτὸν προσήκατε, ἀλλὰ καὶ Εὐδαίμων αὐτῷ ἀπετάξατο λέγων ὅτι ἐν τῷ παρόντι οὐ σχολάζομεν ἑτέροις ἐξερχόμενοι. ἀπόδος Ἀρσινόῃ ἀδελφῇ παρὰ Δημάρεως.