Ancient Greek
P.Oxy. 70 4796
Documentary Papyri, P.Oxy. 70 4796
Not analysed yet
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου εὐεργέτου Φλαουΐου Τιβερίου Μαυρικίου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους β, μετὰ τὴν ὑπατείαν τοῦ τῆς θείας λήξεως γενομένου ἡμῶν δεσπότου Τιβερίου Κωνσταντίνου, Φαῶφι ι, ἰνδικτίωνος β. τοῖς ὑπερφυεστάτοις κληρονόμοις τοῦ ἐν εὐκλεεῖ τῇ μνήμῃ Ἀπίωνος γενομένου πατρικίου γεουχοῦσιν καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τοῖς ἰδίοις δεσπόταις τοῖς αὐτοῖς πανευφήμοις ἀνδράσιν τὴν ἀγωγὴν καὶ ἐνοχήν, Αὐρήλιος Ὄννωφρις υἱὸς Φοιβάμμωνος μητρὸς Θερμουθίης ὁρμώμενος ἀπὸ ἐποικίου Νήσου Λευκαδίου κτήματος τῆς ὑμῶν ὑπερφυείας τοῦ Ὀξυρυγχίτου νομοῦ, ἐναπόγραφος αὐτῆς γεωργός, χαίρειν. χρείας καὶ …χειρογραφία γεναμένη παρὰ Ὀννωφρίου υἱοῦ Φοιβάμμωνος ἀπὸ ἐποικίου Νήσου Λευκαδίου …