Ancient Greek
P.Oxy. 70 4797
Documentary Papyri, P.Oxy. 70 4797
Not analysed yet
…δεσπόταις τοῖς αὐτοῖς πανευφήμοις ἀνδράσιν τὴν ἀγωγὴν καὶ ἐνοχήν, Αὐρηλία Ταρίλλα θυγάτηρ Ἀνδρέου μητρὸς Νόννας ὁρμωμένη ἀπὸ ἐποικίου Τρυνε κτήματος τῆς ὑμῶν ὑπερφυείας τοῦ Ὀξυρυγχίτου νομοῦ ἐναπόγραφος αὐτῆς γεωργός, χαίρειν. χρείας καὶ νῦν γεναμένης εἰς τὴν ὑπ’ ἐμὲ γεναμένην γεουχικὴν μηχανὴν καλουμένην Τοῦ Νοτίνου Χωρίου ἀντλοῦσαν εἰς ἀρόσιμον γῆν ἄξονος ἑνός, ἀνελθοῦσα ἐπὶ τῆς πόλεως ἠξίωσα τὴν ὑμῶν ὑπερφύειαν διὰ τῶν αὐτῇ προσηκόντων ὥστε κελεῦσαι παρασχεθῆναί μοι τὸν αὐτὸν ἄξονα. καὶ εὐθέως πρόνοιαν ποιουμένη τῆς συστάσεως τῶν ἑαυτῆς πραγμάτων τοῦτον ἀγορασθέντα παρ’ ἐμοῦ ἐν ἀγροῖς καὶ τὴν ὑπὲρ αὐτοῦ τιμὴν λογισθεῖσάν μοι ἐν τοῖς ἐμοῖς ἐνταγίοις καινὸν ἐπιτήδειον ἀντλητικὸν εὐάρεστον ἐδεξάμην εἰς ἀναπλήρωσιν πάντων τῶν μηχανικῶν ὀργάνων ἐν τῇ σήμερον ἡμέρᾳ, ἥτις ἐστὶν Φαῶφι δεκάτη τῆς παρούσης δευτέρας ἰνδικτίωνος, ὑδροπαροχίας καρπῶν τῆς σὺν Θεῷ τρίτης ἐπινεμήσεως. καὶ πρὸς ἀπόδειξιν τῆς ὑποδοχῆς ταύτην πεποίημαι τὴν χειρογραφίαν, ἥτις κυρία οὖσα ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. Αὐρηλία Ταρίλλα ἡ προγεγραμμένη στοιχεῖ μοι ὡς πρόκειται. Ἀναστάσιος ἔγραψα ὑπὲρ αὐτῆς ἀγραμμάτου οὔσης. di emu Anastasiu eteleiothe χειρογραφία Αὐρηλίας Ταρίλλης θυγατρὸς Ἀνδρέου ἀπὸ ἐποικίου Τρυνε ἄξονος ἑνός