Ancient Greek
P.Oxy. 70 4800
Documentary Papyri, P.Oxy. 70 4800
Not analysed yet
…ἀντλοῦσαν εἰς ἀρόσιμον γῆν ἄξονος ἑνός, ἀνελθὼν ἐπὶ τῆς πόλεως ἠξίωσα τὴν ὑμῶν ὑπερφύειαν ὥστε κελεῦσαί μοι τὸν αὐτὸν ἄξονα παρασχεθῆναι. καὶ εὐθέως ἡ ὑμετέρα ὑπερφύεια πρόνοιαν ποιουμένη τῆς συστάσεως τῶν ἑαυτῆς πραγμάτων τοῦτον ἀγορασθέντα παρ’ ἐμοῦ ἐν ἀγροῖς καὶ τὴν ὑπὲρ αὐτοῦ τιμὴν κατελογίσατό μοι ἐν τοῖς ἐμοῖς πιττακίοις· καινὸν ἐπιτήδειον ἀντλητικὸν εὐάρεστον ἐδεξάμην εἰς ἀναπλήρωσιν πάντων τῶν μηχανικῶν ὀργάνων ἐν τῇ σήμερον ἡμέρᾳ, ἥτις ἐστὶν Ἁθὺρ εἰκὰς δευτέρα τῆς παρούσης πεντεκαιδεκάτης ἰνδικτίωνος, ὑδροπαροχίας καρπῶν τῆς σὺν Θεῷ πρώτης ἐπινεμήσεως. κυρία ἡ χειρογραφία ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Ἀπολλῶς υἱὸς Ἰωάννου στοιχεῖ μοι ὡς πρόκειται. Ἰωάννης ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος. di emu Ioannu eteliothe …ὑποδοχῆς ἄξονος ἑνός