Ancient Greek
P.Oxy. 70 4799
Documentary Papyri, P.Oxy. 70 4799
Not analysed yet
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου εὐεργέτου Φλαουΐου Τιβερίου Μαυρικίου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους ε, ὑπατείας τοῦ αὐτοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου ἔτους δ, Φαῶφι η, ἰνδικτίωνος ε. τοῖς ὑπερφυεστάτοις διαδόχοις τοῦ τῆς εὐκλεοῦς μνήμης Ἀπίωνος γεουχοῦσιν καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τοῖς ἰδίοις δεσπόταις τοῖς αὐτοῖς πανευφήμοις προσώποις τὴν ἀγωγὴν καὶ ἐνοχήν, Αὐρήλιος Φοιβάμμων υἱὸς Τουαντκολα μητρὸς Ταος, ὁρμώμενος ἀπὸ ἐποικίου Σκυταλίτιδος τοῦ Ὀξυρυγχίτου νομοῦ διαφέροντος τῇ ὑμετέρᾳ ὑπερφυείᾳ, ἐναπόγραφος αὐτῆς γεωργός, χαίρειν. χρείας καὶ νῦν γεναμένης εἰς τὴν ὑπ’ ἐμὲ γεουχικὴν μηχανὴν καλουμένην Τῶν Τεκτόνων ἀντλοῦσαν εἰς ἄμπελον καὶ εἰς ἀρόσιμον γῆν μεγάλου ἐργάτου ἑνός, ἀνελθὼν ἐπὶ τῆς πόλεως ἠξίωσα τὴν ὑμῶν ὑπερφύειαν ὥστε κελεῦσαί μοι τὸν αὐτὸν μέγαν ἐργάτην παρασχεθῆναι. καὶ εὐθέως ἡ ὑμετέρα ὑπερφύεια πρόνοιαν ποιουμένη τῆς συστάσεως τῶν ἑαυτῆς πραγμάτων τοῦτον παρέσχετό μοι διὰ Ζαχαρίου τοῦ ἐνταῦθα μηχανουργοῦ· καινὸν ἐπιτήδειον ἀντλητικὸν εὐάρεστον ἐδεξάμην εἰς ἀναπλήρωσιν πάντων τῶν μηχανικῶν ὀργάνων ἐν τῇ σήμερον ἡμέρᾳ, ἥτις ἐστὶν Φαῶφι η τῆς παρούσης πέμπτης ἰνδικτίωνος, ὑδροπαροχίας καρπῶν τῆς σὺν Θεῷ ἕκτης ἐπινεμήσεως. καὶ πρὸς ἀπόδειξιν τῆς ὑποδοχῆς ταύτην πεποίημαι τὴν χειρογραφίαν, ἥτις κυρία οὖσα ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Φοιβάμμων υἱὸς Τουαντκολλα ὁ προγεγραμμένος πεποίημαι ταύτην τὴν χειρογραφίαν τοῦ μεγάλου ἐργάτου ὡς πρόκειται. Παπνούθιος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος. γίνεται μέγας ἐργάτης εἷς μόνος. ḍi ẹṃu Papnutiụ eteliothe χειρογραφία Φοιβάμμωνος υἱοῦ Τουαντκολλα ἀπὸ ἐποικίου Σκυταλίτιδος ὑποδοχῆς μεγάλου ἐργάτου ἑνός