Ancient Greek
P.Oxy. 71 4826
Documentary Papyri, P.Oxy. 71 4826
Not analysed yet
Ἀδραστίων Ἀδραστ… ἀπὼ κώμης Φιλονίκου τοῦ Ἡρακλεοπολίτου Ἁρπαήσει Αμ…τος. ἐμετρήθην παρὰ σοῦ …πυροῦ ἀρτάβας συ… ἐννέα τῷ ἐνεστῶτι ἐνάτῳ ἔτει Ἀντωνίνου καὶ Οὐήρου Καισάρων τῶν κυρίων μέτρῳ τῷ σῷ ἃς καὶ παραδώσω σοι τῷ μηνὶ Παῦνι τοῦ αὐτοῦ ἔτους ἀνυπερθέτως τὰς ἀρτάβας θ, τῆς πράξεώς σοι οὔσης ἔκ τ’ ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πράσσοντι κυρίως. κύριον τὸ χειρόγραφον πανταχοῦ ἐπιφερόμενον καὶ παντὶ τῷ ἐπιφέροντι ὡς ἐν δημοσίῳ κατακεχωρισμένον. ἔτους ἐνάτου Αὐτοκράτορος Καίσαρος Μάρκου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ μεγίστου καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ μεγίστου …