Ancient Greek
P.Oxy. 71 4827
Documentary Papyri, P.Oxy. 71 4827
Not analysed yet
ἐμίσθωσεν Φανίας Σαραπίωνος τοῦ Φανίου ἀρχιερατεύσας τοῦ ἐν Ὀξυρύγχων πόλει Ἁδριανείου διὰ Σαραπίωνος υἱοῦ Σαραπίωνι Σαραπίωνος Σωσικοσμείῳ τῷ καὶ Ἀλθαιεῖ εἰς ἔτη τέσσαρα ἀπὸ τοῦ ἐνεστῶτος τεσσαρεσκαιδεκάτου ἔτους τὸ κατ’ αὐτὸν ἥμισυ μέρος …γῆς καὶ βασιλικῆς περὶ τὸ Ἰσεῖον Παγγᾶ ἐκ τοῦ Θεοφίλου καὶ Ἡρακλείδου κλήρου ἀρουρῶν εἴκοσι, αἵ εἰσιν …μέρους ἄρουραι δέκα, ὥστε τῷ μὲν τεσσαρεσκαιδεκάτῳ καὶ ἐκκαιδεκάτῳ ἔτεσι σπεῖραι πυρῷ, ἀποτάκτου κατʼ ἔτος πυροῦ ἀρταβῶν τριάκοντα ἡμίσους, τῷ δὲ πεντεκαιδεκάτῳ καὶ ἑπτακαιδεκάτῳ ἔτεσι ξυλαμῆσαι χλωροῖς ἀποτάκτου κατ’ ἔτος ἀργυρίου δραχμῶν διακοσίων, ἀκινδύνων πάντων παντὸς κινδύνου, τῆς …ως τῶν ἀρουρῶν οὔσης πρὸς τὸν μεμισθωμένον. ἐὰν δέ τις ἄβροχος γένηται, παραδεχθήσεται τῷ μεμισθωμένῳ, τῶν τῆς γῆς κατ’ ἔτος δημοσίων ὄντων πρὸς τὸν Φανίαν, ὃν καὶ κυριεύειν τῶν καρπῶν ἕως ἂν τὰ ὀφειλόμενα κομίσηται. βεβαιουμένης δὲ τῆς μισθώσεως τῆς ἐν πυρῷ διετίας πυρὸν μετρείτω ὁ μεμισθωμένος εἰς δημόσιον θησαυρὸν ταῖς ἑαυτοῦ δαπάναις καὶ θέμα καθαρὸν ἀπὸ πάντων ἀναδότω τῷ μεμισθωκότι ὑπὸ τὴν πρώτην μέτρησιν, τὸν δὲ …σα… ἀργυρικὸν φόρον ἀποδότω ὁ μεμισθωμένος χωρὶς ὑπερθέσεως. καὶ ἡ πρᾶξις ἔστω ἔκ τε αὐτοῦ καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων. κυρία ἡ μίσθωσις. ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Γερμανικοῦ μεγίστου …Φανίας Σαραπίωνος τοῦ Φανίου διὰ Σαραπίωνος υἱοῦ …