Ancient Greek
P.Oxy. 72 4860
Documentary Papyri, P.Oxy. 72 4860
Not analysed yet
Ἡρ… Πτολεμαίου ἀπʼ Ὀξυρύγχων πόλεως Φαύστωι τῷ καὶ Ἀμφίονι σιτολόγῳ ἀπηλιώτου τοπαρχίας Πακερκη τόπων χαίρειν. διάστειλον ἀφʼ οὗ ἔχεις μου ἐν θέματι πυροῦ γενήματος ϛ ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ὑπὲρ μὲν ἰδίου ὀνόματος Πακερκη ἀπηλιώτου ἀρτάβας ἑπτὰ χοίνικα μίαν, ὁ αὐτὸς Ψώβθεως ἀπηλιώτου ἀρτάβας ἐννέα τέταρτον ὄγδοον, ὁ αὐτὸς Σατύρου ἐποικίου ἀρτάβην μίαν ἥμισυ τέταρτον χοίνικα μίαν, Ἀπολλωνίωι καὶ Διονυσίωι τῷ καὶ Ἀμοϊτᾷ ἀμφοτέροις Ἥρωνος πρότερον τῆς μητρὸς αὐτῶν Σινθώνιος Ἀλεξάνδρου Θώσβεως ἀρτάβας πέντε ἥμισυ ὄγδοον, τοῖς αὐτοῖς ὁμοίως πρότερον τῆς αὐτῆς μητρὸς αὐτῶν Σινθώνιος Σενοκώμεως ἀρτάβας ἓξ ἥμισυ τέταρτον, γίνονται ἐπὶ τὸ αὐτὸ ἀρτάβαι τριάκοντα ἥμισυ χοίνικες δύο. ἔτους ϛ Αὐτοκράτορος Καίσαρος Τραϊανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Μεσορὴ κε.