Ancient Greek
P.Oxy. 72 4861
Documentary Papyri, P.Oxy. 72 4861
Not analysed yet
Ἑρμᾶς γραμματεὺς Ἀντωνίου Δίου σιτολόγοις Σινκεφα τόπων χαίρειν. διαστείλατε ἀφ’ οὗ ἔχετε παρ’ ὑμῖν ἐν θέματι τοῦ Ἀντωνίου Δίου πυροῦ γενήματος τοῦ ἐνεστῶτος ϛ ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου Διογένει τῷ καὶ Θέωνι Θέωνος ἢ οἷς ἐὰν αἱρῆται ἀρτάβας ἑκατόν, γίνονται ἀρτάβαι ρ. ἔτους ϛ Ἁδριανοῦ τοῦ κυρίου, Μεσορὴ ἐπαγομένων ε.